Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

814 ἐκεῖσε νῦν μ᾿, ἐκεῖσε διὰ τούτου νῦν ἔοικεν ὁ Φιλοκτήτης παραφρονεῖν ὑπὸ τῆς νόσου.

815 παραφρονεῖς ἐκτὸς τῶν φρενῶν γέγονας.

818 πλέον φρονεῖς ἀντὶ ὠφελιμώτερον ἐμοῦ.

[*](Fol. 89 a)

820 εἰπὼν ἐκοιμήθη.

821 ἔοικεν ὁ ὕπνος τὸν ἄνδρα οὐκ εἰς μακρὰν καταλήψεσθαι.

822 ὑπτιάζεται κλίνεται ἢ ὀπίσω ῥίπτεται.

824. νεῦρον ῥαγὲν ἀπὸ τοῦ ἄκρου ποδὸς οἷμα ἀνίησιν.

827 ἀδαὴς ἄπειρε.

ἀλγέων ἀπὸ κοινοῦ τὸ ἀδαής.

828 εὐαὴς εὔπνους.

829 εὐαίων εὐμενής, καλῶς ἄγων ἡμῖν τὸν αἰῶνα.

830 ὄμμασι δʼ ἀντίσχοις: κάτεχε τὸ ὁρατικόν, ὅπερ νῦν ἤπλωται καὶ διαχεῖται, τῇ τοῦ ὕπνου ἀχλύι· τοιαύτην δὲ αἴγλην, ἥτις νῦν τέταται, ἀντέχοις εἰς τὰ ὄμματα, λέγει δὲ τὸν ὕπνον τὸν λεγόμενον καὶ παιῶνα αὐτῷ παραχρῆμα ὡς ἔστιν αὐτῷ αἴγλη καὶ φῶς.

ἐναντιωθείης τοῖς ὄμμασι τοῦ φίλου καὶ μὴ ἐάσῃς αὐτὸν βλέψαι νῦν.

833 ποῦ στήσῃ τῆς γνώμης; ποίας γνώμης κρατήσεις;

834 τὰ μετὰ ταῦτα πῶς ὁρᾷς φροντίδος ἀντὶ ἐννοεῖς;

[*](4 τούτου] τοῦτο (~ ex ΄) L, τούτων A, correxi. — 20 εἰς addidi. — 22 παιῶνα addidi ex v. 832. — 23 φίλου] φιλοκτήτου G, Riccard. 77; cf. schol. v. 1116.)
376

837 καιρός τοι πάντων γνώμαν: ἐπὶ πάντων ἡ μετὰ εὐκαιρίας σύνεσις πολλῶν ἐπικράτειαν ἐν ἑτοίμῳ καρποῦται· ὁ δὲ νοῦς, ὁ καιρὸς ἐκεῖνος ὁ εὐκαίρως ἐπιτελούμενος πολλοῖς εὐδοξίαν σύνεγγυς παρέχει.

838 παρὰ πόδα ἀντὶ τοῦ πλησίον. ἄρνυται ἀποφέρεται.

839 ταῦτα διʼ ἐπῶν.

840 τήνδʼ ἁλίως ἔχομεν. τὴν θήραν τῶν τόξων μάτην ἔχομεν χωρὶς τοῦ Φιλοκτήτου πλέοντες.

842 κομπεῖν δʼ ἕπτ’ ἀτελῆ: ἐννοεῖν δὲ καὶ ἐπαγγέλλεσθαι ἀτέλεστα ψευδόμενον αἰσχρὸν ὄνειδος.

ἀτελῆ εὐτελῆ.

845 βαιάν μοι, βαιάν, ὁ τέκνον: μικρὰ καὶ ἠρέμα μοι, φησί, διαλέγου μήποτε ἀκούσῃ κοιμώμενος.

847 ὡς πάντων ἐν νόσῳ εὐδρακής; ἀντὶ ἐλαφρὸς πρὸς τὸ ταχὺ ἀναβλέψαι καὶ ἐγερθῆναι· ἀντὶ ὁ ὕπνος ἐν τῇ νόσῳ ταχέως βλέπει· ἀντὶ ὁ νοσῶν ταχέως ἀνίσταται· λείπει δὲ τὸ ὡς· βούλεται γὰρ λέγειν ὥστε λεύσσειν ὁ ὕπνος, ὡς μὴ ἡγεῖσθαι τοῦτον ὕπνον ὑπάρχειν.