Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

752 ἰυγὴν ὀξεῖαν βοήν.

753 βούλεται εἰπεῖν τὴν εἰς οἶκον ἀνακομιδὴν ἐν νῷ λαμβάνων μήπως καταλείψει αὐτὸν ὁ Νεοπτόλεμος, οὐ λέγει δὲ διὰ τὸ πάθος.

755 τοὐπίσαγμα ἡ ἐπείσοδος, ἡ προσθήκη.

758 πλάνοις ὁδοιπορίαις· ἥκει ἡ νόσος ἴσως ὅτε [*](4 τραχίνων L, corr. Elmsl. — e θεωθεὶς L. — 14] v 735 — 17 ὡς] καὶ L, corr. Lasc. — 27 ὀδοιπορείαις L, corr. l.)

374
ἐκορέσθη πλανωμένη· ὡς ἐπὶ θηρὸς δὲ ποιεῖται τὸν λόγον.

764 ᾔτου ἠξίωσας, ᾔτεις.

ἀνῇ ἐνδῷ.

766 φύλασσε, φησίν, αὐτά, τὰ τόξα· ἄμα γὰρ τῷ πάθει τούτῳ ὕπνος μοι ἐπέρχεται καὶ οὕτω παύομαι τῆς νόσου.

768 τῆς ὀδύνης παύσασθαι πρότερον πρὶν κοιμηθῆναι.

770 ἐκεῖνοι οἱ περὶ Ὀδυσσέα.

773 πρόστροπον ἱκέτην.

776 ἱλάσκου τὸν φθόνον ὥστε αὐτὰ μὴ γενέσθαι σοι πολύστονα, πικρὰ καὶ αἴτια κακῶν.

777 ὅπως ὁμοίως.

778 τῷ πρόσθ᾿  ἐμοῦ κεκτημένῳ τῷ Ἡρακλεῖ.

[*](Fol. 88 b )

784 κηκῖον ἀναρρέον, ἀναδιδόμενον· Ὅμηρος πολὺς δʼ ἀνεκήκιεν ἱδρώς.

791 ξένε Κεφαλλὴν ὦ Ὀδυσσεῦ.

795 τρέφοιτε λάβοιτε ἀντʼ ἐμοῦ.

780 ἐν γὰρ τῇ Λήμνῳ τὸ ἐργαστήριον τοῦ Ἡφαίστου ἔνθα καὶ κρατῆρες πυρός εἰσιν.

ἀνακαλουμένῳ παρακαλοῦντι.

801 ὅτε τὴν πυρὰν Ἠρακλέους ἀνῆψεν.

803 τοῦτʼ ἐπηξίωσα δρᾶν τὸ κατακαῦσαι.

805 λαβὼν τὰ τόξα ὁ Πύρρος ἐσιώπησεν ἀπορῶν τί ἆρα ποιήσειεν.

812 πρὸς τὴν ὑπόθεσιν καὶ τοῦτό φησι διὰ τὸ [*](12 ὥστε] οἵς τε L, corr. Lasc. — 17 Il. ψ 507. — 20 cf. schol. v. 986. — 24 τοῦ κατατοξευσαι L, τὸ κατακοῦσαι Lasc., corr. Br. — 27 ad v. 811 adscriptum in huc retulit Lasc.)

375
τὸν χρησμὸν εἶναι μηδέτερον αὐτῶν πορθήσειν τὸ Ἴλιον.

οὐ θέμις οὐκ εὐσεβές.