Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

75 τόξων ἐγκρατὴς ἔχων τὰ τόξα.

77 σοφισθῆναι σοφίσασθαι.

94 βούλομαι δ᾿, ἄναξ, καλῶς: ἀντὶ ἀληθεύων, [*](Fol. 81 a) νικᾶν δὲ κακῶς ἀντὶ μετὰ ψευδολογίας· ὅ ἐστι θέλω εἰπὼν τὸ ἀληθὲς ἀποτυχεῖν μᾶλλον ἢ ἐξαπατᾶν τὸν ἄυδρα καὶ ἐπιτυχεῖν· εἰσάγει δὲ αὐτὸν ὁ Σοφοκλῆς τὸν τοῦ πατρὸς λόγον λέγοντα

  • ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀίδαο πύλῃσιν
  • ὅς χ᾿ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσὶν ἄλλο δὲ βάζῃ.
  • 98 εἰς ἔλεγχον εἰς πεῖραν τῶν πραγμάτων.

    99 κρείσσονα τῶν ἔργων οὖσαν τὴν γλῶσσανδιαβάλλει τοὺς καθʼ ἑαυτὸν ῥήτορας ὁ ποιητὴς ὡς διὰ γλώσσης πάντα κατορθοῦντας.

    τὴν γλῶσσαν τὴν ἀπάτην.

    πάνθʼ ἡγουμένην προηγουμένην εἰς ἅπαντα.

    ἀνύουσαν.

    100 ὃ θέλεις κέλευε πλὴν τοῦ ψεύδεσθαι.

    105 ἄφυκτα γὰρ ἦν τὰ Ἡράκλεια βέλη καὶ τοῦ σκοποῦ μὴ ἀποτυγχάνοντα ἢ ἐπανερχόμενα εἰς ἑαυτόν.

    106 οὐκοῦν οὐδὲ προσελθεῖν αὐτῷ εὐθαρσές ἐστι καὶ ἀσφαλές;

    προσμῖξαι πλησιάσαι.

    107 δόλῳ ἀπάτῃ.

    109 εἰ σωτηρία ἐξ αὐτοῦ προσγίνεται.

    110 πῶς οὖν ἀποβλέπων τις εἰς τὸ ψεῦδος ἐρεῖ αὐτό; νοῶν ἢ λογισμὸν ἔχων;

    [*](10 Il. ι 312. πύλῃσιν habet G. — 12 τῶν add Br — 21 ἐπανερχομένου L, corr. l.)
    354

    111 ὀκνεῖν ἀποδειλιᾶν.

    113 αἱρεῖ πορθεῖ.

    116 θηρατέ᾿ ληπτέα, ἄξια τοῦ θηραθῆναι.

    117 φέρῃ δωρήματα τιμήματα ἀποφέρῃ.

    118 ποίω ποῖα, δυικῶς.

    119 σοφὸς μὲν διὰ τὸ κλέψαι ἀγαθὸς δὲ διὰ τὸ πορθῆσαι· ἢ σοφοῦ μὲν ὄντος καθόλου τοῦ δολῶσαι δυναμένου νῦν δὲ καὶ τοῦ δόλου ἀγαθοῦ ὄντος.

    κεκλῇ᾿ ἀντὶ κεκλημένος εἴης.

    122 συνῄνεσα συνεθέμην.

    125 τὸν σκοπὸν τοῦτον πρὸς τὴν ναῦν ἀποπέμψω καὶ πάλιν, ἐὰν καιρὸς καλῇ, ἐνταῦθα αὐτὸν ἀποστελῶ ἐάν μοι δόξητε βραδύνειν.

    129 ὡς ἂν ἀγνοία προσῇ ἵνα μὴ γνωσθῇ.