Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

712 ἀνύσειε πτανοῖς περιποιήσειεν ὀρνέοις.

714 οἰνοχύτου πώματος οἴνου περιφραστικῶς.

715 ἥσθη ἀντὶ ἐνεπλήσθη· οὐδὲ οἴνου μετείληφεν.

716 στατὸν εἰς ὕδωρ: τὸ ἐξ ὄμβρου συνεστηκὸς ὕδωρ ἢ πηγαῖον ἢ λιμναῖον· παρὰ τὸ ἠρεμεῖν καὶ μὴ ὑπὸ ἀνέμων κινεῖσθαι.

717 προσενώμα ἑαυτὸν ἐκίνει ἀντὶ ἐπορεύετο.

719 παιδὸς ὑπαντήσας τυχὼν Νεοπτολέμου.

720 εὐδαίμων ἀνύσει εὐδαιμονήσει· τὸ ἑξῆς, εὐδαίμων καὶ μέγας ἀνύσει· ἐκ κείνων δὲ λέγει τῶν κακῶν.

721 μέγας ἐκ κείνων ἐκ τῶν κατʼ αὐτὸν εὐτυχής. λείπει ἔσται.

[*](13 ἀνύσῃ L, ἀνύσει G, corr. Dind. — 15 ad ὠκυβόλων adscriptum in L, corr. Wolff. p. 76. — 20 ἢ πηγαῖον] οὐ πηγαῖον Wolff. p. 201. — 22 ἐκείνει, ε post κ deleto L.)
373

722 ποντοπόρῳ δούρατι τῇ νηί.

πλήθει πολλῶν μηνῶν τῷ πλήθει τῶν μηνῶν.

724 πατρῴαν ἄγει πρὸς αὐλὰν τὴν πατρίδα.

725 Μηλιάδων ἔστιν ἀντὶ Τραχινίων· περὶ τὴν Τραχῖνα γὰρ οἱ Μηλιεῖς.

726 ἵν ᾿  ὁ χάλκασπις: ὅπου ὁ ἐκθεωθεὶς ἀνὴρ πελάζεται πᾶσι· λέγει δὲ τὸν Ἡρακλέα.

727 πλάθει πᾶσιν: ἐπιφαίνεται λαμπρὸς ὤν ὡς πῦρ. θείῳ πυρὶ λείπει τὸ ὡς.

730 τί δή ποθ᾿  κ. ἑ. τοῦτό φησιν ὁρῶν τῇ νόσῳ πληττόμενον καὶ σιωπῶντα.

732 ἐνοχλεῖ τῷ Φιλοκτήτῃ ἡ συνήθης νόσος· θέλει δὲ κρατῆσαι ἑαυτοῦ διὸ προσποιεῖται ὅταν λέγῃ ἀλλʼ ἄρτι κουφίζειν δοκῶ.

736 ὁ Φιλοκτήτης διὰ τὴν εἰς οἶκον ἀνακομιδὴν [*](Fol. 88 a) ἀπαγορεύει τὰς γινομένας ὀδύνας καὶ λέγει ἰὼ θεοὶ ὡς χαίρων διὰ τὸν Νεοπτόλεμον, οὐ δύναται δὲ ἀληθῶς

739 ἀναστενάζει λοιπὸν τῆς νόσου πλεοναζούσης.

741 ἀντὶ ἔοικάς μοι ὀδυνᾶσθαι.

745 βρύκομαι ἐσθίομαι, καταναλίσκομαι.

749 ἀπάμησον κόψον, θέρισον.