Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

680 παγκρατὴς βασιλεύς.

682 μοίρᾳ — ἐχθίονι δυστυχίᾳ, τύχῃ στυγερωτέρᾳ καὶ ἐχθίονι.

684 οὔτʼ ἔρξας οὔθʼ ἔρξας.

νοσφίσας ἀποστερήσας.

685 ἐν ἴσοις ἐν δικαίοις.

687 θαυμάζω πῶς ὑπέμεινεν ἀεὶ ἐν κλυζομένοις κύμασιν ἔχων καταγωγὴν καὶ ἔρημον παντάπασιν.

688 ἀμφιπλήκτων ἑκατέρωθεν πληττόντων· τὰ γὰρ κύματα κλύζονται κατʼ ἀμφοτέραν ὄχθην τῆς θαλάσσης.

690 βιοτὰν ζωήν, διαγωγήν.

691 ὅπου αὐτὸς μόνος ὑπὸ ἀνέμων βαλλόμενος, πρὸς ἄνεμον τετραμμένος ἦν.

βάσιν πόδα.

692 οὐδέ τινʼ ἐγχώρων λείπει ἔχων. [*](Fol. 87 b) κακογείτονα: οὐ μόνον ὅπου καλὸν οὐκ εἶχε γείτονα ἀλλʼ οὐδὲ κακὸν παρʼ οὐ ἀμοιβαῖον λόγον στενάζων [*](1 τὰ add. G. 1 2 ἑωρακέναι G — 11 καὶ ἐχθίονι inclusi. — 13 ἔρξας] εἴξας L, corr A (teste Campbellio). — 16 ἐν addidi. 1 18 ἀμφικλήστων (ἀμφικλύστων Langius; cf. Trach. v. 780) in textu l. — 19 κλύζονται] πλήττονται l ὄχθαν L, ἤχθην G, corr Riccard 77)

371
ἀκούσεται· τὸ δὲ ἑξῆς οὕτω δεῖ λαβεῖν, οὐδέ τινα ἐγχώρων ἔχων παρʼ δὴ τὸν κακογείτονα αἱματηρὸν στόνον ἀποκλαύσειεν· τὸ κακογείτονα γὰρ οὐ πρὸς τούς ἐνοικοῦντας ἀλλʼ εἴπερ τις ἐτύγχανεν αὐτῷ συνοικῶν ὁ τούτου στόνος κακογείτων ἂν ἦ ἐκείνῳ.

693 ἀντίτυπον ἀμοιβαῖον.

696 οὐδʼ ὃς τὰν θερμοτάταν: οὐδʼ ὃς τὴν θερμοτάτην καὶ ἀγρίαν αἱμάδα, τὴν τοῦ αἵματος ῥύσιν, ἀναδιδομένην ἐκ τῶν ἑλκῶν τοῦ θηροδήκτου ποδὸς ἠπίοις φύλλοις κατευνάσειεν εἴ τις ἐμπέσοι.

697 κηκιομέναν ἀναδιδομένην· παρὰ τὸ

  • μέλαν δʼ ἀνεκήκιεν αἷμα.
  • 698 ἀντὶ τοῦ ὅλως οὐκ ἔχων οὐδὲ ὅστις ἕλοι φύλλον αὐτῷ ἐκ τῆς γῆς ἢ ὄρνιν τοξευθέντα ὑπὸ Φιλοκτήτου καὶ πεσόντα εἰς τὴν γῆν.

    700 φορβάδος τῆς πάντα τρεφούσης.

    702 τότʼ ἂν εἰλυόμενος: κυλιόμενος, χερσὶν ἐπερειδόμενος καὶ ἕλκων τὰ σκέλη ὡς νήπιος παῖς ἄνευ τιθήνης τετραποδηδὸν βαδίζων· καὶ αὐτὸς ἐν τοῖς ἀνωτέρω

  • πρὸς δὲ τοῦθʼ ὅ μοι βάλοι
  • νευροσπαδὴς ἄτρακτος αὐτὸς ἂν ποσὶν
  • εἰλυόμην δύστηνος ἐξέλκων πόδα·
  • τὼ δὲ ἑξῆς, τότε γάρ, ἡνίκα ἐξανίησι δακέθυμος ἄτα, ἕρπει πόρον ἄλλοτʼ ἄλλον εἰλυόμενος ὥσπερ παῖς ἄνευ φίλης τιθήνης ὑπάρχων, οὐ φορβὰν ἱερᾶς γᾶς σπόρον αἴρων, οὐκ ἄλλο ὃ νεμόμεσθα ἄνδρες ἀλφησταὶ τουτἦν [*](5 εἴην L, corr. Riccard. 77. — 12 Il. η 262. — 21] v. 289. μοί, ο deleto L. βάλλοι L, corr. l. — 22 ἀτράκτου ποσὶν] τάλας in textu L. — 26 σπόρον| πόρον L, corr. Lasc.)
    372
    έστιν οὐ Δημητριακὸν καρπὸν οὐδέ τι τῆς συνήθους ἀνθρώπων διαίτης ἀλλὰ διὰ τῶν πτηνῶν ὀιστῶν τὴν διὰ τῶν ὀρνέων τροφήν.

    704 ὅθεν εὐμάρειʼ ὑπάρχοι ὅπου εὐμαρές ἐστιν αὐτῷ ἀπιέναι.

    705 ἐξανίησιν ἐνδίδωσιν.

    ἄτα ἡ νόσος.

    707 γᾶς σπόρον σῖτον.

    708 αἴρων λαμβάνων.

    τῶν νεμόμεσθʼ ἀφʼ ὧν νεμόμεθα τουτέστι τρεφόμεθα.

    710 πλὴν ἐξ ὠκυβόλων: πλὴν εἴ που τοῖς πτηνοῖς βέλεσιν ἐξ ὠκυβόλων τόξων ἀνύσειε φορβὴν πτηνῶν τουτέστιν ὀρνέων· λείπει δὲ ἡ ἀπό, ἀπὸ πτηνῶν.

    τόξων πτανῶν πτερωτῶν τόξων.