Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

625 οὑκείνρυ πατήρ: ὁ Σίσυφος· μέλλων γὰρ τελευτᾶν παρήγγειλε τῇ γυναικὶ αὐτὸν ἄθαπτον καταλιπεῖν καὶ κατελθὼν εἰς Ἅιδου τῶν γε νενομισμένων μὴ τυχὼν κατηγόρησε τῆς γυναικὸς παρὰ τῷ Ἀιδωνεῖ ἠξίου τε ἀνελθεῖν καὶ τὴν γυναῖκα τιμωρήσασθαι· [*](5 οὕσπερ] ου uno ductu ex ω. — 9 οὕτω] οὐ L; οὕτω, quod coniectura assecutus eram Beitr. p 78, praebet Riccardianus 77. — 26 γε] τε? — 28 ἀνελθεῖν] αὖθις addit G.)

369
ἀνελθὼν δὲ οὐκέτι ὑπέστρεψεν ἕως μετὰ ἀνάγκης κατῆλθεν· ἐκ πατρὸς οὖν πανοῦργος Ὀδυσσεύς.

628 οὔκουν ἀποφατικῶς ἢ ἐρωτηματικῶς.

631 τάχιον ἂν πεισθείην τῇ ἐχίδνῃ ἢ τῷ Ὀδυσσεῖ.

636 ὁρίζει διίστησιν.

637 τὸ ἐν καιρῷ σπουδάζειν ἀνάπαυλαν ἄγει ὕστερον.

639 ἐπειδὰν πνεῦμα τοὐκ πρῴρας ἀνῇ ἐπὰν παύσηται ὁ ἄνεμος ἐναντιούμενος.

ἄῃ παρῇ.

640 ἀντιοστατεῖ ἐναντίον πνέει.

642 μὴ εὐλαβηθῇς, φησί· κἀκείνοις γὰρ τὰ ἐναντία πνεύματα ἀντὶ τὰ ἡμᾶς ἐπέχοντα κἀκείνους ἐπέχει.

643 τοῖς γὰρ κακούργοις οὐκ ἔστιν ἐναντίος ἄνεμος· ἐν τῇ συγχύσει γὰρ μᾶλλον ἰσχύουσιν.

648 τί ἔχεις ὅπερ ἡ ἐμὴ ναῦς οὐκ ἔχει; ἀντὶ οὐδὲν ἡμῖν λείπει.

650 κοιμῶ κατακοιμίζω, πραΰνω.

653 παρερρύηκεν παρεκπέπτωκεν.

[*](Fol. 87 a)

665 ὃς ἐποίησάς με τῶν ἐχθρῶν ὑπερέχειν ὄντα αὐτῶν ἐλάττονα.

668 καὶ δόντι δοῦναι ἀντὶ ἀποδοῦναί μοι τῷ δόντι σοι.

670 αὐτὸς γὰρ ὑφῆψε τῷ Ἡρακλεῖ τὴν πυράν.

672 γνώμη.

676 λόγῳ μὲν ἀκούω τὸ τοῦ Ἰξίονος πάθος ὅτι τροχάζεται (πελάταν δὲ αὐτὸν λέκτρων Διὸς εἶπεν τὸν [*](1 δὲ οὐκέτι ὑπέστρεψεν] οὖν τελείως ἐβίωσεν l. — 12 γὰρ ἐναντία τὰ πνεύματα Dind. — 19 παρεμπέπτωκεν L, παρεπέπτωκε l, corr. Wakefieldus. — 24 cf. schol. v. 801.)

370
πειράσαι βουληθέντα τὰ τοῦ Διὸς λέκτρα), ὃν ἔδησεν ὁ Ζεύς, μὴ μέντοι ἑορακέναι μείζονα τῆς Φιλοκτήτου νόσου.

677 τὸν πελάταν λέκτρων τὸν βουληθέντα ἐπιβῆναι τῇ εὐνῇ τοῦ Διός.

678 κατʼ ἄμπυκα δέσμιον κατὰ τὸν τροχὸν δεδεμένον.

679 δρομάδ᾿ τὸν περιφερόμενον ἐν τῷ δρόμῳ.