Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

501 σῷσόν με γινώσκων τὰ ἀνθρώπινα πράγματα μεταβαλλόμενα.

503 θάτερα τὰ φαῦλα.

504 τὰ δείνʼ ὁρᾶν φοβεῖσθαι καὶ εὐλαβεῖσθαι.

508 δυσοίστων ἀφορήτων, δυσυπομονήτων.

[*](Fol. 85 b )

512 τὸ ἐκείνους λυποῦν τούτῳ κέρδος καὶ ὠφέλειαν μεταποιῶν.

τὸ κακὸν τὸ ἀπὸ τῶν Ἀτρειδῶν κέρδος μετατιθέμενος τῷ Φιλοκτήτῃ οἷον εἰς ἀγαθὸν μεταποιῶν καὶ μεταβάλλων καὶ ἐπανορθῶν· λέγει γὰρ ὅτι βοηθήσω αὐτῷ ἵνα ἐκείνους λυπήσω ἐπανορθῶν αὐτῷ τὴν συμφορὰν τὴν ὑπὸ τῶν Ἀτρειδῶν γεγονυῖαν.

515 ἔνθα ὅπου.

524 ἀλλʼ αἰσχρόν ἐστιν ἐνδεέστερόν σου εἶναί με ἐν τῷ βοηθεῖν τοῖς φίλοις· ἢ οὕτως, αἰσχρόν ἐστιν εἰ ἐνδεέστερόν σου διατεθήσομαι περὶ τὴν εἰς τοὺς ξένους εὐεργεσίαν· οὐ παραιτήσομαι οὖν.

528 δὲ γ(ε).

531 πῶς ἂν ἀποδοίην τὰς εὐεργεσίας ὑμῖν ὡς ἐφιλήσατέ με; ἢ πῶς ἂν τῷ ἔργῳ εὖ πράξαιμι καὶ τῷ λόγῳ ὑμῖν;

533 προσκύσαντες ἀσπασάμενοι τὴν ἑστίαν.

534 ἄοικον δύσοικον ὥσπερ ἀτυχὴς ὁ δυστυχής.

535 εὐκάρδιος καρτερικός.

536 ἐγὼ γὰρ ὑπολαμβάνω μηδένα ἄλλον τὴν [*](12 κέρδος addidi. — 16 τὴν addidi. — 18 εἷναι] φανῆναι l.)

367
θέαν τῶν ἐνθάδε ἐνεγκεῖν, πόσῳ μᾶλλον τὴν εἰσοίκησιν;

538 τάδε γράφε κακά.

542 οὗτος ὁ ἔμπορος διαπέπλασται ὑπὸ Ὀδυσσέως ναύκληρος, πραγματευτὴς εἰωθὼς τοῖς Ἕλλησι τὰ ἐπιτήδεια ἐπάγειν· ἐοικὼς δὲ καὶ ὡς οἴνου αὐτὸν διατυπούμενος πραγματευτήν.

545 ἀντὶ οὐκ ἐπίτηδες ἐλθὼν ἐνταῦθα ἀλλὰ πλέων ἐπὶ τὴν πατρίδα ἰδὼν ὥρμισα· οὐκ οἰόμενος, φησί, συντεύξεσθαι, κατὰ τύχην δέ.

549 Πεπάρηθον δῆμος τῆς Ἀττικῆς καὶ μία τῶν Κυκλάδων νήσων.

552 προστυχόντι τῶν ἴσων ἀντὶ εὑρόντι τοὺς σοὺς ναύτας τοὺς ἐμοὶ ἴσους, τοὺς τὴν αὐτήν μοι τέχνην μετερχομένους.

παραλέλειπται ἡ ἐξ· βούλεται γὰρ λέγειν ἐκ τῶν ἴσων.

556 ἐξαργούμενα ἀναβολὴν ἔχοντα.

557 ἔσται σοι χάρις τῆς προμηθείας ὕστερον.