Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

36 πυρεῖ᾿ πυροβόλα.

37 θησαύρισμα ἀπόθετον κτῆμα.

38 ὁρᾷ τὰ ῥάκη τοῦ τραύματος τοῦ Φιλοκτήτου ξηραινόμενα καὶ ἐκπλήττεται ὡς βαρέως αὐτοῦ νοσοῦντος.

39 βαρείας του νοσηλείας: νόσου βαρείας πεπληρωμένα ἢ νοσοκομίας ἢ τῆς ἐκ νόσου ἀκαθαρσίας.

42 κῶλον τὸν πόδα.

κηρὶ νόσῳ.

43 νόστον ὁδόν.

[*](Fol. 80 b)

44 φύλλον εἴ τι νώδυνον βοτάνην τινὰ παυσώδυνον.

45 τὸν οὖν παρόντα ὥς τινος παρισταμένου αὐτῷ.

46 προσπεσὼν ἀπαντήσας, ἐπιπεσών.

48 ἀπέρχεται, φησίν, ὁ θεράπων εἰς κατασκοπήν. φυλάξεται στίβος φυλαχθήσεται παρʼ ἡμῶν ἡ ὁδὸς αὐτοῦ.

55 ἐκκλέψῃς ἀπατήσῃς.

57 τόδʼ οὐχὶ κλεπτέον τοῦτο γὰρ οὐχὶ ψευσόμεθα.

59 οἱ γὰρ ἐξ ἑνὸς ἠδικημένοι φιλοῦσιν ἀλλήλους.

60 στείλαντες καλέσαντες.

61 τήνδʼ ἅλωσιν τὸ σὲ ἐλθεῖν εἰς Ἴλιον.

62 οὐκ ἠξίωσαν οὐκ ἄξιον ἡγήσαντο.

63 ἐλθόντι δοῦναι λείπει σοι.

65 ἔσχατʼ ἐσχάτων αἰσχρότατα.

68 προτρεπτικῶς εἰς. μὲν τὴν συμμαχίαν οὐ τὸν ἄνδρα ἀλλὰ ψιλῶς τὰ τόξα ὠνόμασεν εἰς δὲ τὴν πόρθησιν τὸν Νεοπτόλεμον.

[*](3 πυροβόλα L, corr. Buttmannus. — 27 μὲν addidi)
353

72 ὤμοσαν γὰρ τῷ Τυνδάρεῳ πάντες Ἕλληνες συνελθεῖν ἐὰν ἁρπασθῇ ἡ Ἑλένη.