Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

304 τοῖσι σώφροσιν τοῖς εὐτυχοῦσιν.

310 ἐκεῖνο τὸ ἀποφέρειν με εἰς τὴν πατρίδα.

313 τὴν ἀδηφάγον τὴν βρωτικήν.

316 ἀντίποινʼ ἀμοιβαῖα.

317 οἷον, κἀγὼ ἐξ ἴσου ἐλεῶ σε τοῖς ἀφιγμένοις ἐνταῦθα ὥσπερ οἱ ἄλλοι ξένοι, φησί, περὶ ὧν ἔλεγες.

319 κἀγὼ νῦν μάρτυς εἰμὶ τοῖς ὑπὸ σοῦ λεγομένοις περὶ τῶν Ἀτρειδῶν καὶ τοῦ Ὀδυσσέως.

320 εἴσ᾿  ἀληθεῖς εἰσὶν οἱ σοὶ λόγοι ἀληθεῖς.

324 εἴθε γένοιτό μοι ὠργισμένῳ ὅρμησις κατʼ αὐτῶν καὶ τὴν δύναμιν ἐνδείξασθαι.

[*](1 lemma restitui. — 5 τῇ νευρᾷ] τὴν νευρὰν L, corr. Suid. v. νευροσπαδής — 6 διέρχεται τὰ βέλη G. — 7 εἴλησις L, corr l. — 9 ἄλλως] ἀλλὰ L, correxi. — 20 ἀμοιβαῖα ἀντὶ τοῦ τιμία ῥήματα (scr. τιμωρήματα) G.)
361

θυμῷ ὀργῇ.

χεῖρα τὴν πρᾶξιν.

327 τίνος γὰρ λείπει τὸ ἕνεκεν.

[*](Fol.83 b)

329 μόλις δʼ ἐρῶ ὑπὸ τῆς ὀργῆς.

332 πέρα περαιτέρω.

334 κοινὴ ἡ πρόθεσις ἡ ὑπό.

335 λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν.

336 εὐγενὴς ἀντὶ ἀνδρεῖος εἴ γε καὶ γενναῖος ὁ εὐγενής.

338 ἐλέγχω κρίνω, ἐρωτῶ.

339 οἶμαι μέν σε ἱκανὸν ἔχειν κακὸν τὴν νόσον.

τὸ χ ὅτι δὶς τὸ αὐτὸ εἶπεν αὖθις καὶ πάλιν.

343 ἦλθόν με — μέτα μετῆλθόν με.

344 χὠ τροφεὺς ὁ Φοῖνιξ.

351 οὐ γὰρ εἰδόμην ζῶντα.

355 πικρὸν Σίγειον ἤτοι διὰ τὸν θάνατον τοῦ Ἀχιλλέως ἢ διὰ τὸ δυσχείμερον τοῦ τόπου.

οὐρίῳ πλάτῃ τῷ εὐδίῳ πλῷ.