Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

257 ἀλλʼ οἱ μὲν οἱ Ἀτρεῖδαι.

264 χὠ Κεφαλλήνων ἄναξ ὁ Ὀδυσσεύς.

267 χαράγματι δήγματι· τὸ γὰρ δῆγμα τοῦ ὄφεως μόνον χαράσσει.

268 ξὺν ᾗ νόσῳ.

269 τῆς ποντίας τῆς παραθαλασσίας· ὅτε ἀπὸ Χρύσης ἦλθον εἰς Λῆμνον

  • ὃς Χρύσην ἀμφιβέβηκας.
  • 270 λέγεται γὰρ ὡς ἐν Λήμνῳ βουλόμενος ἀναστῆσαι βωμὸν Ἡρακλεῖ παρὰ τὸν αἰγιαλὸν ὑπὸ ὄφεως ἐπλήγη.

    κατέσχον προσώρμισαν.

    271 σάλου κινήματος, πόνου.

    275 οἷ᾿ αὐτοῖς τύχοι καταρᾶται.

    276 ἀνάστασιν νῦν καλεῖ τὴν ἐξ ὕπνου ἔγερσιν.

    280 βεβώσας ἀπελθούσας.

    [*](Fol. 83 a)[*](19 Il. α 37. — 24 πόνου] πόντου Riccardus Mollweidus. — 26 καλεῖ add G.)
    360

    284 τούτου: τοῦ ἀνιᾶσθαι ἄδειαν καὶ εὐχέρειαν πολλήν.

    286 καὶ ἔδει με ἐμαυτῷ ἐξυπηρετεῖσθαι.

    287 τὰ σύμφορα τὰ ἀναγκαῖα.

    290 νευροσπαδὴς ὁ ἐπισπώμενος τῇ νευρᾷ· διὰ γὰρ τῶν γλυφίδων ἔρχεται.

    291 εἰλυόμην: ἐπορευόμην· εἴλυσις γὰρ ἡ πορεία.

    296 ἐκθλίβων (ἐκ)πρί(βων).

    297 ἄφαντον ἀπροσδόκητον. ἄλλως: καλῶς εἶπεν ἄφαντον· οὐ φαίνεται γὰρ ἀλλὰ δυνάμει αὐτὸ ἔχει.

    298 ἀντὶ ἡ οἰκία ἡ μετὰ πυρὸς οὖσα καλῶς διοικεῖται.

    301 ταύτῃ τῇ γῇ.

    303 ἐξεμπολήσει πωλήσει, πραγματεύσεται, ἐμπορεύσεται.

    ξενώσεται καταχθήσεται ὡς ξένος.