Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

169 ἐλεῶ, φησίν, αὐτὸν πῶς δύναται διάγειν μήτε συνοικῶν τινι μήτε κηδόμενόν τινα ἔχων.

170 μή τινος αὐτοῦ τῶν ἀνθρώπων κηδομένου.

171 μηδὲ ὁρῶν εἰς ἄνθρωπον σύνοικον.

174 ἀλύει ἀλγεῖ, ἀπορεῖ.

ἐπὶ παντὶ ἐπὶ παντὶ ἐν χρείᾳ γινομένῳ ἀπορεῖ.

ὁπηνίκα χρείας καλέσῃ καιρὸς ἀδημονεῖ διὰ τὸ πάντων ἀπορεῖν.

177 ὦ παλάμαι τέχναι καὶ γνῶμαι.

τοῦτο θαυμάζων τὸν Φιλοκτήτην φησὶ πῶς μόνος ὢν ἐξευρίσκει τὰ πρὸς τὴν ζωὴν ἑαυτῷ.

179 οἷς ὁ βίος οὐκ ἔχει τῶν κακῶν μέτρον· ἢ οὕτως, οἷς μὴ σύμμετρος ὁ βίος καὶ ἐπαρκῶν.

180 πρωτογόνων εὐγενῶν.

181 ὕστερος ὑστερίζων.

183 κεῖται μοῦνος ἔρημος νῦν κεῖται.

[*](Fol. 82 a)

184 στικτῶν ἢ λασίων ποικίλων καὶ δασυτρίχων.

188 ἀθυρόστομος. πολυλάλητος, μὴ εἰργομένη τοῦ φθέγγεσθαι· ἀθυρόστομον δὲ εἶπεν τὴν ἠχὼ ἐπεὶ πρὸς πάντας ἀντιφθέγγεται· ὁ δὲ νοῦς, ἀεὶ δὲ ὀδυρομένου αὐτοῦ ἠχὼ πρὸς τὸν ὀδυρμὸν ἀντιφθέγγεται.

189 τηλεφανὴς μηκόθεν φαινομένη διὰ τῆς φωνῆς ἀντὶ οἰμώζει καὶ τὴν ἠχὼ πόρρωθεν ἀνεγείρει.

191 οὐδὲν τούτων θαυμαστόν: οὐδέν, φησί, τούτων θαυμαστὸν ἐμοὶ ὅτι κακὰ πάσχει ὁ Φιλοκτήτης· ἐκ θεῶν γάρ, ὡς οἶμαι, ταῦτα πέπονθεν καὶ τὸ πάθος [*]( ἔργον τῶν θεριζόντων; ἐπὶ τοξίαν l. — 1 ἐπιαόνως L, corr G.)

357
ὑπέμεινεν κατὰ βούλησιν καὶ θεῶν ἴνα μὴ τὰ βέλη εὐθέως ἀπελθόντος αὐτοῦ πορθήσῃ τὴν Τροίαν παρὰ τὴν εἱμαρμένην ἀλλὰ ἐκδέξηται τὸν καιρόν.

194 τῆς ὠμόφρονος Χρύσης: Χρύση νῆσος πρὸ τῆς Λήμνου ἔνθα διέτριβεν Χρύση τις νύμφη ἢ ἐρασθεἴσα τοῦ Φιλοκτήτου καὶ μὴ πείσασα κατηράσατο αὐτῷ διὸ καὶ ὠμόφρονα αὐτὴν ἐκάλεσεν.

εἰς τὸ αὐτό: Χρύσης Ἀθηνᾶς ἄγαλμα οὕτως καλεῖται· ἔστι δὲ καὶ πόλις Χρύση πλησίον Ἀήμνου ἔνθα ὑπὸ τοῦ ὄφεως ἐδήχθη τὸν βωμὸν ζητῶν ἐν ᾧ ἔθυσεν Ἡρακλῆς ἡνίκα κατὰ Τροίας ἐστράτευσεν.

198 ἀμάχητα ἀνίκητα.

199 πρὶν ὅδʼ ἐξήκοι χρόνος πρὶν αὐτήν, τὴν Τροίαν, εἰς τὸν εἱμαρμένον ἐλθεῖν χρόνον ἐν ᾧ εἵμαρται αὐτὴν πορθηθῆναι.

ᾧ: χρόνῳ.

200 ὑπὸ τῶνδε ὑπὸ τῶν βελῶν.

201 εὔστομʼ ἔχε παῖ: εἰώθασιν οὕτω λέγειν ἀντὶ τοῦ σιώπα· τὸ δὲ τοιοῦτον κεχίασται ὅτι Ἑλλάνικός ποτε ἀναγινώσκων τὰ Ἡροδότου ἔλεγεν ,,περὶ δὲ τῶνδε μοι εὔστομα κείσθω οὐ διαιρῶν εἰς δύο λέξεις ἀλλʼ ὡς ἄν τις εἴποι ταῦτα εὔστομα· τοῦτο δέ φησιν ὁ χορὸς κτύπον ἀκούσας ἐπερχομένου τοῦ Φιλοκτήτου καὶ στένοντος κατὰ τὴν πορείαν διὰ τὸ ἄλγος.

203 φωτὸς σύντροφος: κτύπος φωνῆς τῆς συντραφείσης [*](1 καὶ deletum in om. G, τῶν l. — 3 τὴν addidi. — 5 Χρύση] χρυσῆ L. — 8 et 9 χρυσῆς et χρύσῆ L. — 10 ἔνθα] ἔνθεν L, corr. l. ἐδήχθη τὸν βωμὸν ζητῶν κ. ἑ.] cf. schol. v. 270. — 13 πρὶν αὐτὴν] πρὶν post εἱμαρμένον legitur in L, transposui. — 16 lemma restitui. — 19 Ἑλλάνικος] gramma- ticus. — 20 Ἡροδότου] II, 171. — 25 κτύπος addidi.)

358
αὐτῷ· δῆλον δὲ ὅτι κακῆς καὶ οἰμωκτικῆς ὡς κατὰ τὸ σύνηθες αὐτοῦ τειρομένου.

204 ἢ που τῇδ’ ῆ τῇδε ἄρʼ δὲ ῆ ἐνθάδε;