Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

130 οὗ δῆτα: τοῦ Φιλοκτήτου ἀπατωμένου ἢ τοῦ ναυκλήρου δόλιά σοι διαλεγομένου καὶ ἀσυμφανῆ.

σοφιζομένου, διαλεγομένου.

134 Πολιὰς πολιοῦχος.

ὁ Ὀδυσσεὺς ἀπέστη.

[*](Fol. 81 b)

136 στέγειν κρύπτειν.

ὑπόπταν ἀντὶ ἐμὲ φανερὸν γεγονότα καὶ ἐλθόντα εἰς ὄψιν· ἢ τὸν Φιλοκτήτην τὸν ὑφʼ ἡμῶν κατασκο- ἄλλως: πρὸς τὸν ὑφορώμενον ἡμᾶς ἄνδρα τί δεῖ λέγειν ἢ σιωπᾶν;

137 τοῦτο ἐν τῷ καθόλου· ἡ γὰρ τέχνη, φησί, καὶ ἡ γνώμη τῶν βασιλέων προὔχει τῶν ἄλλων τεχνῶν· καὶ ἐν Οἰδίποδι

  • ἃ γὰρ δρῶσ᾿ οἱ κρατοῦντες οὐχ ὁρῶ
  • [*](12 αὐτὸν ἀποστελῶ addidit G — 28 Tyr. v. 530 δρῶσιν, ω ex α L, δράσωσιν l.)
    355
  • καὶ Ἡσίοδος
  • τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες.
  • 139 παῤ ὅτῳ ἐφʼ ᾧ ἐστι τὸ θεῖον σκῆπτρον.

    141 τοῦτο τὸ ἀξίωμα ἐκ προγόνων ἦλθεν εἰς σέδίκαιον οὖν σοι πείθεσθαι.

    142 κράτος ὠγύγιον τὸ ἐξ ἀρχῆς τιθέμενον κράτος.

    143 ὑπουργεῖν λείπει ἡ σὺν ἵνʼ ᾖ συνεργεῖν.

    144 νῦν μέν, φησίν, εἰσελθὼν ὅρα τὸν τόπον ἐπὰν δὲ ἔλθῃ τότε σὺ τῶν μελάθρων ἀποστὰς ὑπηρέτει μοι πρὸς τὴν παροῦσαν χρείαν.

    τόπον ἐσχατιαῖς τὸν ἐπὶ τῷ ἐσχάτῳ τόπον.

    148 ὥσπερ ἐγὼ προχωρῶ οὕτως ἀκολουθῶν πειρῶ με θεραπεύειν ἀεί. κυρίως δέ ἐστιν ἀκούειν τὸ προσχωρῶν οἷον ὡς ἂν ἐγὼ προστάσσω τοῦτον τὸν τρόπον ποιῶν.

    150 μέλον πάλαι μέλημα: ἀντὶ πρᾶγμά μοι λέγεις ἐκ πολλοῦ μοι μεμεληκός, τὸ φρουρεῖν τὸ σὸν ὄμμα καὶ τὴν ἀπὸ σοῦ εὐκαιρίαν.

    151 τὸ σὸν φρουρεῖν ὄμμ᾿ τὰ σὰ νεύματα φυλάττειν.

    153 ἔνεδρος ἔνοικος.

    155 οὐκ ἀποκαίριον οὐκ ἄτοπον, οὐκ ἄκαιρον· εὔκαιρον γάρ ἐστι τὸ τοῦτο μαθεῖν.

    156 προσπεσὼν προσπελάσας.

    158 ἔναυλον ἢ θυραῖον ἐντὸς ἢ ἐκτός; ἐγγὺς ἢ μακράν;

    163 ὀγμεύει ὄγμος ἡ ἐπὶ στίχον φυτεία, νῦν δὲ ἀντὶ ἐφεξῆς πορεύεται.

    [*](2 Theog. v. 88. — 3 ἐφʼ| ὑφ᾿ L, corr. Lasc. — 11 τόπῳ L, corr. Br. — 12 προσχωρῶ L, corr. Lasc. — 13 προχωρῶν G, l. — 27 ἡ ἐπίστοιχος G; cf. schol. Il. λ 68: ὄγμος τὸ ἐπίστιχον)
    356

    166 σμυγερῶς ἐπιπόνως.

    167 αὐτῷ: ἀντὶ ἑαυτῷ· ἐπινωμᾶν δὲ ἐξευρίσκειν.

    168 παιῶνα θεραπείαν.