Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1131 τὸν Ἡράκλειον ἄθλιον: ἀντὶ ἐμὲ τὸν τοῦ Ἡρακλέους διάδοχον· ἢ ἐμὲ τὸν ἐπὶ τῷ Ἡρακλεῖ ἆθλον ποιήσαντα τὴν πυρὰν καὶ ὑφάψαντα αὐτήν.

ἑαυτόν φησιν.

1132 ἄθλιον γράφε ἆθλον.

1134 μεταλλαγᾷ μεταβολῇ.

1135 ἐρέσσῃ στρέφῃ· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐρεσσόντων.

1136 ὁρῶν ἀντὶ τοῦ βλέπον, σύ, τόξον.

1138 μυρίʼ πλήθη κακῶν. ἀνατέλλονθ᾿ ἐσόμενα.

1140 ἀνδρός τοι τὸ μὲν εὖ δίκαιον εἰπεῖν: ἀγαθοῦ ἀνδρός ἐστι τὸ ἀληθὲς ἐν καιρῷ λέγειν (δίκαιον γὰρ νῦν φησι τὸ ἀληθές, εὖ δὲ τὸ ἐν καιρῷ), ὀφείλει δὲ καὶ ὁ ἀκούων μὴ ἐκφαυλίζειν τὰ λεγόμενα· τοῦτο δέ φησιν ὅτι ὁ μὲν Νεοπτόλεμος τὸ ἀληθὲς εἶπεν ὁ δὲ Φιλοκτήτης ἐξευτέλισεν. εἰς τὸ αὐτό: ἀγαθοῦ μὲν ἀνδρός ἐστι τὸ δίκαιον εἰπεῖν εἰπόντα δὲ μὴ φθονεῖσθαι ὅτι οὐκ ἔδει σε τῷ Νεοπτολέμῳ φθονεῖν εἰπόντι τὸ δίκαιον· κατὰ κοινοῦ δὲ τὸ δίκαιον, ἀγαθοῦ ἀνδρός ἐστι τὸ λέγειν τὸ δίκαιον, δίκαιον δὲ καὶ σὲ ὁμολογεῖν ὅτι εὖ πέπρακται, ἀκούοντα δὲ τούτων μὴ φθονερόν τι καὶ ὀδυνηρὸν ἐπιφθέγξασθαι.

[*](14 βλέπων L, correxi)
387

1141 μὴ φθονερὰν |  ἐξῶσαι γλωσσας ὀδύναν μὴ πικραίνεσθαι.

1143 εἷς ἀπὸ πολλῶν εἷς ἀπὸ πολλῶν συμμάχων.

1144 τοῦδʼ τοῦ Ὀδυσσέως.

τὸ ἑξῆς, τοῦδʼ ἐφημοσύνᾳ ἤνυσεν κοινὰν ἐς φίλους ἀρωγάν.

1146 ὦ πτηναὶ θῆραι ἀντὶ ὦ ἄγραι· ἀγρεύσε γὰρp καὶ πτηνά.

χαροπῶν φοβερῶν.

1149 φυγᾷ μ᾿  οὐκέτʼ ἀπʼ αὐλίων: ἀντὶ οὐκέτι φεύξεσθέ με, οὐκέτι μετὰ φυγῆς καὶ φόβου προσπελάσετέ μοι.

1153 ἀλλʼ ἀνέδην ὅδε χῶρος. ἐπʼ ἐξουσίας ὁ τόπος ὑμῖν οὗτος ἀνεῖται ἀντὶ τοῦ ἀδείᾳ ὑπὸ τῶν θηρῶν ὁ τόπος κατασχεθήσεται.

ἀνέδην ἀνειμένος καὶ ἡπλωμένος.

ἐρύκεται κατέχεται.

1154 φοβητὸς φόβον ἐμποιῶν.

1155 ἕρπετε ἀντὶ ἥκετε.

1157 αἰόλας ποικίλης διὰ τὰ τραύματα.

1160 τίς ὧδ’ ἐν αὔραις τρέφεται: τίς τρέφεται ἐξ ἀνέμων μηδενὸς τῶν ἐκ γῆς τροφίμων εὐπορῶν;

1161 κρατύνων ἐγκρατὴς ὤν, εὐπορῶν.

1163 εἴ τι σέβῃ, ξένον πέλασσον: ἑαυτὸν δέ φησιν ὁ χορός, ὅτι ἐμοὶ τῷ ξένῳ μετʼ εὐνοίας πρόσελθε ἀντὶ φίλος ἡμῖν γενοῦ.

1165 ἀλλὰ γνῶθ᾿, εὖ γνῶθι: οὕτω τινὲς στίζουσιν, ἀλλὰ γνῶθ᾿, εὖ γνῶθι οἷον τὰ ὄντα σοι [*](7 ἀγρεύεται Dind. — 11 προσπελάζετε L, corr. G. — 17 κατέχετε, αι a m. rec. L.)

388
μάνθανε, τὰ περὶ τῆς νόσου· ὁ δὲ ἀλλὰ ἀντὶ τοῦ δέ, γνῶθι δὲ ἵν᾿  ᾖ οὕτω, πρὸς θεῶν εἴ τι σέβῃ ξένον πελάταν πέλασον πάσῃ εὐνοίᾳ, γνῶθι δὲ ὅτι κῆρα τήνδʼ ἀποφυγεῖν σοι πάρεστιν εἰ πεισθείης ἡμῖν ὅ ἐστι τὴν νόσον· οὗτος δὲ ταῦτα λεγόντων συνίησιν ὅτι παραινοῦσιν αὐτῷ εἰς Ἴλιον ἐλθεῖν πρὸς ὁ ἀνακράζει πάλιν πάλιν μοι.