Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1039 κέντρον ἐρεθισμός.

1040 θεοί τʼ ἐπόψιοι οἱ ἐφορῶντές με δυστυχοῦντα.

1045 βαρὺς βαρὺς λόγοις.

[*](14 II. α 132. — 16 στρατεύῃ] ἐστρατεύου προσποιούμενον γὰρ κ. ἑ.] carm. Cypr. in Procli Chrestomath. I, Kinkel. fragm. p. 18. — 27 λόγοις] λόγος L, correxi.)
382

1046 κοὐχ ὑπείκουσαν κακοῖς κοὐκ ἀναδυομένην ἐν τοῖς κακοῖς.

1048 εἴ μοι παρείκοι εἰ καιρὸς ἐπιτρέψειέ μοι.

νῦν δʼ ἑνὸς κρατῶ λόγου νῦν δὲ σιωπῶ· οἶδα γὰρ τοῦτο ποιεῖν ὅπου δεῖ.

1049 οὗ: ὅπου τοιούτων δεῖ τῶν σιωπώντων.

1050 κρίσις δοκιμασία, ἐξέτασις.

1051 μᾶλλον — εὐσεβῆ εὐσεβέστερον.

1052 χρήζων γράφε κρείσσων.

1056 οὐ μόνος Τεῦκρός ἐστι τοξότης ἀλλὰ κἀγὼ ὑπολαμβάνω ἐμαυτὸν τούτων ἔμπειρον εἶναι, οὐχ ἧττον σοῦ· Ὅμηρος

εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι.

1059 τούτων τῶν τόξων.

1060 τί δῆτα σοῦ δεῖ; τίς σοῦ χρεία; χαῖρε τὴν Λῆμνον πατῶν ἥδου τῇ διατριβῇ τῆς Λήμνου.

1067 προσφθεγκτὸς προσφωνηθῆναι ἄξιος.

1070 ἆρα καὶ ὑμεῖς μιμεῖσθε τούτους καὶ ἀνηλεεῖς γενήσεσθε πρὸς ἐμέ;

1074 τὸ ἑξῆς, ἀκούσομαι πρὸς τοῦδε ὥς εἰμι οἴκτου μεστὸς οἷον καταγνωσθήσομαι ὡς ἥττων οἴκτου.

1076 τά τʼ ἐκ νεὼς τὰ ἐπὶ τῆς νεώς.

1077 στείλωσι κοσμήσωσι.

1078 ἐν τούτῳ ἐν τοσούτῳ.

1079 νὼ ἡμεῖς.

1080 ὁρμᾶσθαι ταχεῖς λείπει γίνεσθε.

[*](Fol. 92 a)