Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1 καὶ παρὰ τούτῳ προλογίζει Ὀδυσσεὺς καθὰ καὶ παρʼ Εὐριπίδῃ, ἐκεῖνο μέντοι διαφέρει παρʼ ὅσον ὁ μὲν Εὐριπίδης πάντα τῷ Ὀδυσσεῖ περιτίθησιν οὗτος δὲ τὸν Νεοπτόλεμον παρεισάγων διὰ τούτου οἰκονομεῖται.

ἀκτὴ διὰ τὸ εἶναι αὐτὴν νῆσον.

2 Λήμνου, βροτοῖς ἄστιπτος: ἐν ἐρήμῳ γὰρ μέρει τῆς Λήμνου ἐξετέθη ὑπὸ τῶν Ἑλλήνων· ἄστιπτος δὲ ἀπάτητος, ἀδιόδευτος· ἐν ἐρήμῳ γὰρ τόπῳ τῆς νήσου ἦν ἐκτεθείς.

3 ἔνθ᾿, κρατίστου: τραφεὶς ἐκ πατρὸς Ἑλλήνων κρατίστου· λείπει οὖν ἡ ἐξ· τὸ δὲ ἑξῆς, ἔνθα ποτὲ ἐγὼ ἐξέθηκα τὸν Μηλιᾶ Ποίαντος υἱόν, Νεοπτόλεμε παῖ Ἀχιλλέως.

4 τὸν Μηλιᾶ: τὸν Θεσσαλόν, ἀπὸ πόλεως· Ἀττικὸν δὲ τὸ Μηλιᾶ.

7 διαβόρῳ: τὴν τὸν πόδα ἐσθιούσῃ, σηπτικῇ, τῇ διαβιβρωσκούσῃ, τῇ καλουμένῃ φαγεδαίνῃ· πάθος δὲ τοῦτό ἐστιν οὕτω λεγόμενον παρὰ τοῖς ἰατροῖς· καταστάζοντα δὲ οἷον καταρρέοντα, τηκόμενον, λυόμενον.

12 ἀκμὴ ἀντὶ τοῦ καιρός.

[*](3 Εὐριπίδης] fr. 785.)
351

13 κἀκχέω τὸ πᾶν: ταράξω· ἀπὸ μεταφορᾶς τῶν ἀμελγόντων.

17 ἵνʼ ἐν ψύχει μὲν ἡλίου: ἐν κρύει μὲν πάρεστι θερμαίνεσθαι τῆς ἀκτῖνος ἑκατέρωθεν βαλλούσης, οὐκ ἐν ταὐτῷ ἀλλʼ ὅτε μὲν κατὰ τὸ ἀνατολικὸν μέρος ἐλαύνει ὁ ἥλιος διὰ τοῦ ἀνατολικοῦ στόματος ὅτε δὲ εἰς τὸ δυτικὸν ὁμοίως, ἐν δὲ θέρει τῆς πνοῆς ἀπολαύειν.

ἐν ψύχει ἐν χειμῶνι.

10 διπλῆ πάρεστιν ἐνθάκησις διπλῆ καθέδρα πρὸς ἡλίου θερμαινομένη.

19 ἀμφιτρῆτος τοῦ ἀμφοτέρωθεν τετρημένου.

21 σῶν σῷον, ὑγιές.

22 σῖγα ἀντὶ τοῦ σιωπῇ.

25 κοινὰ δʼ ἐξ ἀμφοῖν ἴῃ: πονοῖτο, διανύοιτο, προβαίνοι· ἢ εἴη· οἱ κωμικοὶ γὰρ τῇ ει διφθόγγῳ χρῶνται ἀντὶ βραχείας.

26 τοὖργον οὐ μακρὰν λέγεις: οὐ μακροῦ πόνου δεόμενον· ἤδη γὰρ εἰσεῖδον ἄντρον ὅ λέγεις.

28 ἄνωθεν ἢ κάτωθεν ταπεινὸν ἢ ὑψηλόν.

29 στίβου περιπάτου.

32 οἰκοποιὸς ἐν οἴκῳ γενομένη τροφή.

33 στιπτή γε φυλλὰς χαμαιστρωσία ἐκ φύλλων.

ἡπλωμένη καὶ πατουμένη ὡς κοιμωμένου ἐπʼ αὐτῇ τινος.

34 ὑπόστεγον ὑπὸ τῇ στέγῃ.

35 αὐτόξυλόν γ᾿ ἔκπωμα ποτήριον μονόξυλον, [*](4 τῆς ἀκτῖνος] τοῦ ἡλίου addit l. — 15 ἴῃ] εἴη (ut in textu), L corr. Camerarius. διανοοῖτο L, corr. Br — 16 κωμικοὶ] τραγικοὶ Lasc. — 24 πατουμένῃ] ο ex ρ.)

352
τέχνημα ἀνδρὸς φαύλως ἐργαζομένου ὅ ἐστιν ἰδιώτου καὶ οὐ τεχνίτου.