Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

70 Λυδῇ γυναικὶ τῇ Ὀμφάλῃ.

λάτριν δοῦλον.

πονεῖν ὑπηρετεῖν.

71 πᾶν τοίνυν εἰ καὶ τοῦτʼ ἔτλη: ἀκούσεται τοίνυν τις ὅτι Ἡρακλῆς πᾶν αἰσχρὸν ὑπέμεινεν εἰ ἀληθῶς ὑπέστη τὸ δουλεύειν τῇ Ὀμφάλῃ.

72 ἐξαφεῖται ἀφείθη, ἀπηλλάγη τοῦ δουλεύειν.

74 Εὐβοῖδα χώραν: ἔνιοί φασι καὶ Θεσσαλίας εἶναι Οἰχαλίαν, οὐδὲν δὲ ἄτοπον συνωνυμεῖν.

77 τῆσδε τῆς χώρας τῆς Εὐβοίας.

79 ὥς οἱ τελευτὴν τοῦ βίου: ἔλεγεν, φησίν, ὅτι [*](1 ὥραν (in scholio) L. — 3 Opp. v. 30. — 5 διαπράττεσθαι] πράττειν Br. — 13 διατρίβοντα L, corr. Br. — 15 ἄροτρον (ut in textu) L.)

284
ἐν Οἰχαλίᾳ τεθνήξομαι ἢ σῳθεὶς εὐδαιμονήσω τὸν ἐπίλοιπον χρόνον.

82 ἐν οὖν ῥοπῇ τοιᾷδε: ἐν κινδύνῳ καὶ ἐπὶ ξυροῦ ἀκμῆς ἱσταμένῳ οὐ πορεύσῃ συλληψόμενος αὐτῷ καὶ συναγωνιούμενος;

83 ξυνέρξων τῷ πατρί.

86 εἰ δὲ καὶ ἠπιστάμην ἢ προηκηκόειν, φησίν, ὅτι ταῦτα προεῖπεν πάλαι ἂν ἐγὼ συμπαρήμην αὐτῷ.

[*](Fol. 66a)

92 χώρει νῦν, παῖ: καὶ νῦν, φησίν, παῖ, ἄπιθι· καὶ γὰρ τὸ βραδέως τὰ δέοντα ποιεῖν ἐπειδὰν ἀκούσῃ τις κέρδος ἀποφέρεται τουτέστι καὶ εἰ βραδέως ἤκουσας καὶ ὠφελήσεις αὐτὸν παραγενόμενος κέρδος σοι ἔσται.

94 αἰόλα νύξ: μέλαινα ὡς οἱ νεώτεροι· ἢ ποικίλη διὰ τὰ ἄστρα ἡ νὺξ ἢ ταχεῖα διὰ τὸ

  • νυκτὶ θοῇ
  • παῤ Ὁμήρῳ· τίκτει δὲ ἀντὶ τοῦ ἀνατέλλειν ποιεῖ.

    95 φλογιζόμενον ἀντὶ τοῦ λάμποντα.

    96 Ὅμηρος

  • Ἠέλιος ὅς πάντʼ ἐφορᾷ.
  • αἰτῶ παρακαλῶ.

    97 τὸν Ἀλκμήνης. λείπει παῖδα.

    98 πόθι λείπει οἰκεῖ, διατρίβει.

    100 ἢ ποντίους αὐλῶνας: τοὺς παρὰ θάλατταν τόπους στενούς, ἐκ δὲ τούτου τὰ πελάγη φησίν· ἆρα οὖν ἐν θαλάττῃ ἐστίν; ἢ ἀντὶ τοῦ νήσους· αὐλὼν γὰρ [*](14 ὡς] καὶ L, corr. Lasc. — 16 Il. μ 463, al. — 20 Od. λ 109, al. — 25 ἄρα L, corr. Lasc. — 26 αὐλὰν] λ ex τ.)

    285
    τὸ στενόμακρον πέλαγος, ἀπὸ δὲ τοῦ πελάγους τὸ περιεχόμενον ὑπʼ αὐτοῦ δηλοῖ ὅ ἐστι τὰς νήσους.

    101 ἢ δισσαῖσιν ἀπείροισιν: ἀντὶ τοῦ καὶ πρὸς τὰ ἑῷα καὶ δυτικά.

    102 ὦ κρατιστεύων: ὦ νικῶν πάντας τοὺς θεοὺς κατὰ τὸ ὀπτικόν· καὶ Ὅμηρος

  • ὅς πάντʼ ἐφορᾷ.
  • 103 ποθουμένᾳ ἀντὶ τοῦ ποθούσῃ.

    104 τὰν ἀμφινεικῆ Δηιάνειραν; τὴν περιμάχητον· πυνθάνομαι, φησί, τὴν ἀμφινεικῆ Δηιάνειραν μηδέποτε τοὺς ὀφθαλμοὺς ἀδακρύτους ἔχειν ἀλλʼ ἀεὶ τῷ πόθῳ τῶν δακρύων νικωμένην ὀδύρεσθαι· ἀθλίαν δʼ ὄρνιν τὴν ἀλκυόνα φησὶν ἣ τίκτει ἐν ταῖς ὑφάλοις πέτραις εἶτα τῶν ὠῶν ἀφανιζομένων δακρύει.

    λείπει ἡ διά.