Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

40 ξένῳ παῤ ἀνδρί: τῷ Κήυκι ὅς ἦν παῖς Ἀμφιτρύωνος ἀδελφοῦ· καὶ Ἡσίοδος

  • Τρηχῖνα δέ τοι παρελαύνω
  • ἐς Κήυκα ἄνακτα.
  • [*](Fol. 65b)

    42 αὐτοῦ ἀντὶ ὑπὲρ αὐτοῦ.

    43 σχεδὸν δʼ ἐπίσταμαι ὑποπτεύω, ὑπονοῶ, οἴομαι.

    45 ἀκήρυκτος μένει: ἄσημος, οὐ μηνυόμενος ὅπου πότʼ ἐστιν· ὃν οὐδεὶς ἐλθὼν κηρύττει καὶ ἀπαγγέλλει ποῦ πότʼ ἐστιν.

    47 δέλτον λιπὼν ἔστειχε; ὡς τοῦ Ἡρακλέους τύπον διαθήκης γράψαντος εἰς δέλτον καὶ καταλελοιπότος ὡς εἰ μὴ ἔλθοι διὰ τοσούτου χρόνου γνῶναι αὐτὸν τελευτῶντα καὶ μετὰ τοὺς ιε΄ μῆνας ἀναγνοῦσαν ποιῆσαι αὐτὴν τὰ ἐντεταλμένα.

    48 θεοῖς ἀρῶμαι: εὔχομαι μηδὲν λυπηρὸν ἐγγεγραμμένον ἔχουσαν λαβεῖν πημονῆς ἄτερ.

    50 πανδάκρυτʼ ὀδύρματα: διὰ πανδακρύτων ὀδυρμάτων ὡς τὸ

  • διά τʼ ἔντεα καὶ μέλαν αἷμα.
  • 52 φρενοῦν νουθετεῖν, εἰς φρόνησιν ἄγειν.

    53 τὸ σόν: τὸ σοὶ συμφέρον ἢ τόσον ἀντὶ τοῦ ὀλίγον.

    54 πῶς παισὶ μὲν τοσοῖσδε πληθύεις: ἦσαν γὰρ αὐτῇ παῖδες ἐξ Ἡρακλέους Ὕλλος, Κτήσιππος, Γλῆνος, Ὀνείτης· ἔστι δὲ Ἡρακλεῖ καὶ ἕτερος Ὕλλος ἐκ Μελίτης.

    [*](3 Scut. v. 353. δʼ ἔτοιμοι παρελαύνομεν L. — 10 ἔστειχεν L. — 11 ὡς inclusi. — 13 καὶ add. Br. — 14 αὐτὴν] αὐτὸν L, corr. Lasc. — 15 εὔχομαι] τοῖς θεοῖς addit l. ἐγγεγραμμένην L, corr. Lasc. — 19 Il. κ 469. — 20 νουθετοῦν L, corr. Lasc. — 24 γληνοσολίτης L, Γληνὸς Ὀλίτης Lasc , corr. Dind. ex Apollod. II, 7, 8.)
    283

    56 εἰ πατρὸς | νέμοι τινʼ ὤραν: ὤραν φροντίδα· καὶ Ἡσίοδος

  • ὤρη γάρ τʼ ὀλίγη πέλεται·
  • ὁ δὲ νοῦς, ἵνα μάθῃς εἰ φροντίζει τοῦ πατρὸς ὑπὲρ τοῦ δοκεῖν καλῶς διαπράττεσθαι.

    58 ἀρτίπους θρῴσκει: ὅ ἐστιν ἀρτίως καὶ ἡρμοσμένως τῷ καιρῷ πορεύεται.

    59 πρὸς καιρὸν κατὰ καιρόν.

    60 τἀνδρὶ τῷ Ὕλλῳ.

    61 ἀγεννήτων δυσγενῶν.

    63 ἐλεύθερον σπουδαῖον καὶ ἐλευθέρῳ πρέποντα.

    64 εἰ διδακτά μοι εἰ προσήκει μοι μαθεῖν.

    65 ἐξενωμένου ἐν ξένῃ διατρίβοντος.

    68 ἱδρῦσθαι διάγειν.

    69 τὸν μὲν παρελθόντʼ ἄροτον: ἀντὶ τοῦ ἐνιαυτόν· ἅπαξ γὰρ τοῦ ἔτους ἀροτριᾶται ἡ γῆ.