Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

145 οὐ θάλπος κ. ἑ. ἀντὶ οὐδεμία μεταβολή.

147 ἡδοναῖς — ἐξαίρει ταῖς εὐθυμίαις ἐξυψοῖ.

148 ἐς τοῦθʼ ἕως τις ἀντὶ παρθένου: τὸ τηνικαῦτα ἐπειδὰν γαμηθείη τις εἰς τὰ καθʼ ἑαυτὴν ἀποβλέπουσα καὶ συνορῶσα ὡς ἔξω τῆς ἀμεριμνίας εἰς φροντίδας εἰσῆλθεν οἰκτείρει τὰ κατʼ ἐμέ.

150 ἡ πρὸς ἀντὶ τῆς ὑπέρ.

151 τὸ αὐτοῦ ὡς πρὸς τὸ νέον ἀποδέδωκεν.

153 πάθη μὲν οὖν δὴ πόλλʼ ἔγωγε: τὰ μὲν ἄλλα πάθη τοῦ Ἡρακλέους πολλάκις ἀπωδυράμην ἓν δὲ νῦν εἰπεῖν βούλομαι οἷον οὐκ εἴρηκά πω.

155 ὅτι πρὸ πολλοῦ χρόνου χρησμὸς ἦν αὐτῷ δεδομένος.

161 νῦν δʼ ὡς ἔτʼ οὐκ ὤν: ἀεὶ μὲν ἐξῄει ὡς ἐπὶ ὁμολογουμένῳ κατορθώματι νῦν δὲ ὡς τεθνηξόμενος ἐνετείλατό μοι ἵνα πρόνοιαν ἄλλου ἀνδρὸς ἐμαυτῇ ποιήσωμαι, εἶπε δὲ καὶ περὶ τῆς ἑκάστου τῶν τέκνων μερίδος.

162 χρεῖʼ μ᾿ ἑλέσθαι κτῆσιν: ἔλεγεν προσήκειν ἐμὲ λαβεῖν τὴν προῖκα καὶ τὰ δῶρα ἃ ὑπὲρ τοῦ λέχους ἐκτησάμην.

ἢ προνοεῖσθαι ἑτέρου ἀνδρὸς ἢ αῴζειν τὸ λέχος.

167 τοῦθʼ ὑπεκδραμόντα διαφυγόντα τὸν θάνατον.

[*](2 τῷ add l. — 3 Eurip. Med. v. 48. — 7 γαμηθῇ Br. — 8 ὡς addidi. — 11 τὸ νέον] τὸν νέον L, corr. Neuius (v. 144 τὸ γὰρ νεάζον). — 19 προνοίαι — ποιήσομαι L, corr. Lasc. — 22 χρεῖʼ ᾖ etiam in textu L, χρείη Br. μέλεσθαι (ut in textu) L, corr. l.)
290

169 τοιαῦτʼ ἔφραζε: ἡ δέλτος τοιαῦτα ἔλεγεν παρὰ θεῶν εἱμάρθαι ὥστε τούτων θάτερον αὐτῷ τέλος ἔσεσθαι τῶν πόνων.

170 τῶν Ἡρακλείων τῶν ἑαυτοῦ πόνων τὸ τέλος· πολύ δὲ τὸ τοιοῦτο εἶδος παρὰ ποιηταῖς.

172 Δωδῶνι δισσῶν ἐκ πελειάδων: τὴν ἐν Δωδώνῃ τῆς Θεσπρωτίας φηγὸν ἐφʼ δύο περιστεραὶ καθήμεναι ἐμαντεύοντο· ὡς ἀπʼ εὐθείας δὲ τῆς ἡ Δωδὼν ὡς Πλευρών· Ὅμηρος δὲ Δωδώνην εἶπεν. εἰς τὸ αὐτό: ὑπεράνω τοῦ ἐν Δωδώνῃ μαντείου δύο ἦσαν πέλειαι διʼ ὧν ἐμαντεύετο ὁ Ζεὺς ὡς Ἀπόλλων ἀπὸ τρίποδος· οἱ μὲν οὕτω λέγουσι θεσπίζειν οἱ δὲ οὕτω τὰς ἱερείας γραίας οὔσας· καὶ γὰρ τοὺς γέροντας οἱ Μολοσσοὶ πελίους ὀνομάζουσιν· Ἡράδοτος δὲ ἐν β΄ φησὶ ,,Πελειάδες δέ μοι δοκέουσι κεκλῆσθαι πρὸς Δωδωναίων αἱ γυναῖκες διότι βάρβαροι οὖσαι ἐδόκουν ὁμοίως ὄρνισι φθέγγεσθαι, μετὰ δὲ χρόνον δοκοῦσιν ἀνθρωπίνῃ φωνῇ φθέγξασθαι „ἐπείπερ ἐκ Θηβῶν Αἰγυπτίων ἧσαν“. Εὐριπίδης τρεῖς γεγονέναι φησὶν αὐτάς, οἱ δὲ δύο καὶ τὴν μὲν εἰς Λιβύην ἀφικέσθαι Θήβηθεν εἰς τὸ τοῦ Ἄμμωνος χρηστήριον τὴν δὲ περὶ τὴν Δωδώνην ὡς καὶ Πίνδαρος Παιᾶσιν.

173 καὶ τῶνδε ναμέρτεια; καὶ τῶν εἰρημένων ὑπὸ Ἡρακλέους ἀλήθεια νῦν ἀποβαίνει ἐν τῷ παρόντι χρόνῳ ὥστε ὁπότερον πραχθῆναι.

[*](5 τοιοῦτον Lasc. — 9 Ὅμηρος] Il. β 750, al. — 14 πελίους] πολιούς, ι ex ε, L (in marg. (π)ελεί i. e. πελείους (Br.)), corr. Arcadius p. 41, 3. Ἡρόδοτος] cap. 57. — 18 ἐπείπερ — ἦσαν] cf. Herod. cap. 55. — 19 Εὐρικίδης] fr. 1010. — 20 οἱ δὲ] Herodotus l. c. — 22 δὲ add. Br. Πίνδαρος] fr. 36. — 23 ναμερτεῖα (ut in textu) L, corr. Lasc. ὑπὸ τοῦ Ἡρακλέους l.)
291

176 μένειν ἀντὶ τοῦ ζῆν.

178 εὐφημίαν νῦν ἴσχ᾿ εὔφημα φώνει.

[*]( Fol. 67a)

179 πρὸς χαρὰν πρὸς ἡδονήν.

πρὸς χαρὰν λόγων: πρὸς χάριν ἀπαγγελοῦντα, λόγων ἡδονὴν διδόντα· ἐκ τοῦ στεφάνου δὲ στοχάζεται ὅτι μέλλει χρηστὰ ἀπαγγέλλειν.

181 ὄκνου φόβου· Ὅμηρος

  • ὀκνείω δʼ ἵππων.
  • 185 τάχ᾿ ἀντὶ τοῦ εὐθέως.

    188 ἐν βουθερεῖ λειμῶνι: μέγα θέρος ἔχοντι ὅ ἐστι λήιον· τὸ γὰρ βου ἐπιτατικόν ἐστιν· ἢ τῷ σφόδρᾳ βαλλομένῳ καὶ θερομένῳ ἤγουν θερμαινομένῳ ὑπὸ τοῦ ἡλίου. ἄλλως: βουθερεῖ ἢ ὄνομα τοῦ λειμῶνος ἢ πολυθερεῖ· τὸ γὰρ βου ἐπιτατικόν ἐστιν· ὅ ἐστι πολλάκις θεριζομένῳ ἵν᾿ εἴπῃ πολυφόρῳ ἢ ὑπὸ βοῶν θεριζομένῳ τοῖς ὀδοῦσι τουτέστι βοῦς τρέφοντι.