Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1206 ἐκκαλῇ ἀναγκάζεις.

1207 παλαμναῖον ἀλάστορα, μιαιφόνον, αὐτόχειρια.

1211 ἀλλʼ εἰ παραιτῇ τὸ ἀνελεῖν με τὰ ἄλλα ποίησον τουτέστι τὴν ὕλην συνάγαγε.

1213 ὄντως οὖν πληρώσεις τὴν πυρὰν τῆς ὕλης;

1214 πάντα, φησί, ποιήσω πλὴν τοῦ σώματος ἅψασθαι.

1216 καὶ ταῦτα μὲν ἀρκέσει βραχὺ δὲ τούτοις πρόσθες οἷον ταῖς ἄλλαις εὐεργεσίαις καὶ ἑτέραν βραχεῖαν χάριν πρόσθες γήμας τὴν Ἰόλην.

1221 σ᾿ ἐπισκήπτω ἐντέλλομαί σοι, παρρεγγυῶ.

1224 προσθοῦ δάμαρτα γυναῖκα ποίησον.

1225 ἄτοπον γάρ, φησί, τὴν ἅπαξ ἀνακλιθεῖσάν μοι ἑτέρῳ ξένῳ παρακαθευδῆσαι.

1227 κήδευσον οἰκείωσαι.

1228 τὸ γάρ τοι μεγάλα πιστεύσαντ᾿ ἐὰν γὰρ ἐν τοῖς μείζοσι θέμενος πίστιν ---

1230 τὸ θυμοῦσθαι εἰ μὴ πεισθείην αὐτῷ κακὸν καὶ τὸ πείθεσθαι ὧδὲ φρονοῦντι δυσχερές.

[*](Fol. 79a)

1232 οὕτω λαλεῖς ὡς μηδὲν πράξων ὧν λέγω.

[*](2 καραις L. — 21 συνανακλιθεῖσαν Br. — 25 post θέμενος in L duo puncta:; πίστιν addidi, lacunam indicavi. — 26 κακὸν addidi.)
347

1233 τίς γάρ ποθʼ ἥ μοι μητρί: τὸ τίς ἐφʼ ἑαυτοῦ ἔθηκεν ἀντὶ τοῦ πῶς ἂν ἐγὼ ἑλοίμην γῆμαι αὐτὴν τὴν τῶν κακῶν αἰτίαν οὖσαν;

1235 τίς ταῦτʼ ἂν ὅστις μὴ ᾿ξ ἀλαστόρων: τίς ἂν ταῦτα πράττειν ἕλοιτο ἐκτὸς ὢν μανίας καὶ θεηλασίας; ἀντὶ τοῦ οὐκ ἂν ἑλοίμην εἰ μὴ μαινοίμην.

1238 οὐ νέμειν ἐμοὶ | φθίνοντι μοῖραν ἀντὶ τοῦ μέρος εὐποιίας προσνέμειν μοι.

1239 φθίνοντι φθειρομένῳ.

1241 ὡς νοσεῖς φράσεις: ὡς φανερὸς εἶ νοσῶν χαλεπῶς οὕτως καὶ χαλεπῶς διαλεγόμενος.

1242 σὺ γάρ μ᾿ ἀπʼ εὐνασθέντος: σύ με, φησίν, ἀναταράττεις ἀπὸ τοῦ καταπραϋνθέντος κακοῦ μὴ πειθόμενος.

1243 δείλαιος, ὡς ἐς πολλά: ἄτοπον γὰρ καὶ ἐναντιοῦσθαι καὶ πείθεσθαι διʼ ὃ ἀπορῶ.