Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1167 Σελλῶν εἰσελθών: ἀκούσας ἔγραψα· ἔθος γὰρ τοὺς χρησμὸν δεχομένους παραχρῆμα γράφειν ἵνα [*](11 πρόσφαντον (πρόσφατον in textu) προμεμαντευμένον, προσειρημένον (σ serius additum) L, προμεμαντευομένων, προ- ειρημένων l. — 12 οὕτω κ. ἑ.] ad Σελλῶν (cf. schol. v. 1167) refert Br.; πρόσφαντον προσμεμαντευμένον, 〈οἱ δὲ〉 προειρη- μένον ὑπὸ τοῦ Διός· οὕτω δὲ δίχα τοῦ σ κ. ἑ. coni. M. Schmidtius Didym. p. 90 coll. Hesych. v. πρόφαντον. — 13 τραγικῇ λέξει] Did. p. 82 —111. — 16 ll. χ 467. ἐκάπυσεν L. — 18 Il. ρ 447, al. ubi ὅσσα τε γαῖαν ἔπι.)

344
μὴ ἐπιλάθωνται· ἔνιοι δὲ χωρὶς τοῦ σ γράφουσιν Ελλοὺς ἀποδεχόμενοι καὶ Ἐλλοπίαν τὴν Δωδώνην νομίζουσιν εἶναι· τὴν γὰρ χώραν οὕτως Ἡσίοδος ὀνομάζει ἐν Ἠοίαις λέγων οὕτως
  • ἔστί τις Ἐλλοπίη πολυλήιος ἡδʼ εὐλείμων
  • ἀφνειὴ μήλοισι καὶ εἰλιπόδεσσι βόεσσιν·
  • ἔν δʼ ἄνδρες ναίουσι πολύρρηνες, πολυβοῦται,
  • πολλοί, ἀπειρέσιοι, φῦλα θνητῶν ἀνθρώπων·
  • ἔνθα δὲ Δωδώνη τις ἐπʼ ἐσχατιῇ πεπόλισται,
  • τὴν δὲ Ζεὺς ἐφίλησε καὶ ὃν χρηστήριον εἶναι
  • τίμιον ἀνθρώποις· ναῖον δʼ ἐν πυθμένι φηγοῦ
  • ἔνθεν ἐπιχθόνιοι μαντήια πάντα φέρονται
  • ὅς δὴ κεῖθι μολὼν θεὸν ἄμβροτον ἐξερεείνῃ
  • δῶρα φέρων τʼ ἔλθῃσιν σύν οἰωνοῖς ἀγαθοῖσιν·
  • ἐντεῦθεν δὲ λέγουσιν εἶναι Ἐλλοπιεῖς καὶ τοὺς ἐν Εὐβοίᾳ οἰκήσαντας.

    1168 καὶ πολυγλώσσου δρυός: ἤτοι πολλὰ μαντευομένης καὶ διὰ τοῦτο πολλὰ φθεγγομένης ἢ τῆς διαφόροις διαλέκτοις χρησμῳδούσης πρὸς τὴν ἑκάστου τῶν μαντευομένων γλῶσσαν.

    1169 χρόνῳ τῷ ζῶντι: τῷ ὑφεστῶτι· ὁ γὰρ παρελθὼν οἱονεὶ διέφθαρται, ὁ δὲ μέλλων πάλιν ἄδηλος.

    1174 ταῦτʼ οὖν ἐπειδὴ λαμπρά: φανερά, σαφῆ, πρόδηλα· ἐπεὶ οὖν, φησίν, ὁ χρησμὸς ἀπέβη δεῖ σε γενέσθαι σύμμαχον ἐμοί.

    [*](2 et 15] Ελλοπίαν et Ελλοπιεῖς (sine spiritu) se 5 Ἐλλοπίη L; Ἑλλοπίη alii. — 5 Kinkel. fragm. 150. — 9 ἔνθα τε Br. ἐνθάδε Strabo VII p. 328. — 10 φίλησε L, corr. l. — 11 ναῖεν (upiter) Valckenar.; ναῖον de columbis Dodonaeis intellegit Herm. — 12 ἐπιχθονίοις Ruhnkenius. — 14 τʼ addidi. ἔλθῃ L, corr. l. — 21 ἐφεστῶτι Triclin.)
    345

    1176 καὶ μὴ ᾿πιμεῖναι: καὶ μὴ ἀπειθήσας μοι παροξύνῃς εἰς λοιδορίας κατὰ σοῦ.

    ἀπειθοῦντά μοι.

    1177 ἀλλʼ αὐτὸν εἰκάθοντα: ἀπὸ κοινοῦ τὸ δεῖ, δεῖ δέ σε εἴκοντα τῇ ἐμῇ προστάξει πράττειν ὅ βούλομαι· τὸ γὰρ τοῖς γονεῦσι πείθεσθαι νόμος ἐστὶ κάλλιστος καὶ εὐκλεὴς παρὰ πᾶσιν.

    1179 ταρβῶ μὲν εἰς λόγου: εὐλαβοῦμαι μὲν εἰς τοιαύτην ὁμιλίαν ἐλθὼν μὴ οὐχ αἱρετά μοι προτείνῃς πράξω δὲ ὅμως κἂν δεινὰ ᾖ.

    εἰς λόγου στάσιν περιφραστικῶς εἰς λόγους.

    1182 ζητεῖς, ἐπάγεις μοι ἀκριβῆ πίστιν.

    1183 ἀπιστήσῃς ἐμοὶ γράφε προστήσῃς ἐμοί, ἐναντιωθήσῃ· ἀπὸ μεταφορᾶς τῶν ἐν τῇ βρώσει ψωμῶν προσισταμένων.

    1186 ἢ μὴν τί δράσειν; ἐπὶ τὸ τί δρᾶσαι;

    [*](Fol. 78b)

    1188 ἐπώμοτον ὅρκιον.

    1189 εἰ δʼ ἐκτὸς ἔλθοις εἰ παραβαίης τοὺς ὅρκους.

    1190 οὐ χρεία βλαβῆναί με· ποιήσω γὰρ ἃ προστάξεις μοι· ἢ ποιήσω δὲ εἰ βούλει σύ.

    1191 ὕψιστον πάγον: ὑψηλὸν ὅρος ἐν Εὐβοίᾳ ἡ Oἴτη· πᾶν δὲ ὅρος ὅρος τοῦ Διὸς ὀνομάζεται ἐπεί φησιν ὑψίστῳ ὄντι τῷ θεῷ ἐν ὕψει τὰς θυσίας ποιεῖσθαι.

    1193 ἐξαρέντα σε: ταῖς σαυτοῦ χερσὶ μεθʼ ὧν θέλεις φίλων· οὐ γὰρ μόνος ἐδύνατο φέρειν αὐτόν.

    1197 ἄγριον ἔλαιον ἄκαρπον ἀγριέλαιον.

    [*](2 παροξυνεῖς L, corr. 0. Hensius. — 5 δεῖ add. Br. σε ἢ (deletum) εἴκοντα L. — 13 post προστήσῃς duo puncta: in L; προστήσεις Lasc., προστήσει γʼ Herm. coll Ai. v. 1133. — 22 φησιν] Hyllus; monuit Wolf. p. 14. — 24 ἐξαιρέντα in textu L.)
    346

    1201 εἰ δὲ μὴ ταῦτα ποιήσεις διατελέσω ταῖς κατάραις καὶ καθ᾿ Ἄιδου βαρῶν σε.

    1202 ἀραῖος ἐπάρατος, τιμωρὸς δαίμων.

    1203 οἷά μ᾿ εἴργασαι οἷα θέλεις ἐργάσασθαι κατʼ ἐμοῦ πατροφόντην γενέσθαι παρακελευόμενος.

    1204 ὁποῖα δραστέʼ ἐστὶν τοιαῦτά σοι παρακελεύομαι οἷα δρᾶσαι ὀφείλεις· εὐεργετήσεις με γάρ.

    πατρὸς ἄλλου ξένος ἀλλʼ οὐκ ἐμὸς ὢν υἱός.