Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1119 χαίρειν προθυμῇ ἀνελεῖν αὐτὴν βουλόμενος

1121 ποικίλλεις σοφίζεις, καλλωπίζεις τῷ λόγῳ.

1124 παγκάκιστε: αὕτη τοῦ μίσους ἐπίτασις ὅτι καὶ μνήμην τῆς μητρὸς ἐποιήσατο καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ Ἡρακλέους ἀκούοντος.

1126 ἔχει γὰρ οὕτως: τὸ γὰρ κατʼ αὐτήν, φησί, πρᾶγμα ἐκτός ἐστιν ἀδικίας ὡς μὴ δέον εἶναι τοῦτο σιωπῇ παραδοῦναι.

1129 λέγ᾿, εὐλαβοῦ δέ: εὐλαβοῦ μὴ διʼ ὧν ὑπὲρ τῆς μητρὸς λέγεις περὶ ἐμὲ φαῦλος ἐξελεγχθῇς.

1131 πρὸς τοῦ; τέρας τοι διὰ κακῶν. πρὸς τίνος; ἄπιστον γὰρ διὰ δυσφήμων ὥσπερ ἐμαντεύσω τουτἐστιν ἄπιστον λέγεις ὅτι ἑαυτὴν ἀνεῖλεν εἰ μὴ ἄρα μαντικῆς μετέχων τοῦτο ἔγνως ὡς μάντευμα ἄπιστον· τοῦτο δὲ εἶπεν ἐπειδὴ πολλάκις τὰ μὴ προσδοκώμενα μαντεύονται οἱ θεοί.

1132 πρὸς ἐκτόπου ὑπὸ ἄλλου ξένου.

1134 στραφείη θυμὸς λήξειεν ἡ ὀργή.

1135 δεινοῦ λόγου: θαυμαστοῦ· ἄπιστον γὰρ εἰ παύσομαι τῆς ὀργῆς· ὅμως εἰπέ.

1136 ἅπαν τὸ χρῆμ᾿, ἥμαρτε: ζητοῦσα, φησί, χρηστόν τι διαπράξασθαι τοῦ ὅλου πράγματος ἥμαρτεν.

[*](Fol. 78a)

1146 ἰοὺ ἰού: ἀναμιμνησκόμενος τῆς ἀπὸ Δωδώνης μαντείας ταῦτα λέγει, ἀριθμήσας τὸν χρόνον ἄρτι ἔγνων ὅτι εἰς ἔσχατον ἦλθον συμφορᾶς.

[*](6 σοφίζῃ Br — 11 μὴ δέον] μηδὲν L, correxi. — 16 ἄπι- τῶν L, corr. Lasc. δυσφημῶν L, corr. Neuius.)
343

1147 σπέρμα σῶν ὁμαιμόνων ἀντὶ τοὺς σοὺς ἀδελφούς.

1149 μάτην ἄκοιτιν τὴν Ἀλκμήνην· τοῦτο δέ φησιν ὡς ἀνάξια πάσχων.

τελευταίαν ἐμοῦ φήμην τὴν περὶ τῆς τελευτῆς μου φήμην.

1151 ἐπακτίᾳ παραθαλαττίᾳ.

1152 ἔδραν διατριβήν.

1157 εἰς ἡλικίαν ἥκεις ἴνα φανῇς ἄξια πράττων παῖς ἐμὸς εἶναι.

1159 ἐμοὶ γὰρ ἦν πρόφαντον: προμεμαντευμένον, προειρημένον ὑπὸ τοῦ Διός· οὕτω δὲ διὰ τοῦ σ ἐν τῇ τραγικῇ λέξει.

1160 πρὸς τῶν πνεόντων: τῶν ζώντων· πνεῦμα γὰρ ἡ ψυχὴ

  • ψυχὴν ἐκάπυσσεν
  • καὶ
  • ὅσα γαῖαν ἐπιπνείει τε καὶ ἕρπει·
  • ἔνθεν γὰρ ἡ ψυχή.

    1163 οὕτω ζῶντα μ᾿ ἔκτεινεν θανών: δυνάμει γὰρ αὐτὸς αὐτὸν ἀνεῖλεν.

    1164 φανῶ δʼ ἐγώ: ἐρῶ σοι ἄλλην μαντείαν νεωτέραν συμφωνοῦσαν τῇ προτέρᾳ.