Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1083 οὐδʼ ἀγύμναστόν μ᾿ ἐᾶν ἔοικεν: ὀδύνης ἀπείραστον, ἄνετον ὀδυνῶν ἀντὶ τοῦ οὐκ ἐνδίδωσί μοι.

1086 Διὸς ἀκτίς, παῖσον κεραυνέ, εἴθε με λάβοις.

1087 ἐγκατάσκηψον βέλος τόξευσον κατʼ ἐμοῦ τὸν κεραυνόν.

1088 δαίνυται ἐσθίει με ἡ νόσος.

1089 ἤνθηκεν, ἐξώρμηκεν: ἥκμασεν, ἀνεκάχλασεν καὶ ἐξεγήγερται.

1090 νῶτα καὶ στέρνα: ἀφορῶν εἰς ἕν ἕκαστον μέλος δυσφορεῖ ὅτι ἀφʼ οἴου οἷον γένονεν αὐτοῦ τὸ σῶμα.

1091 ὑμεῖς ἐκεῖνοι; ἆρα ὑμεῖς ἐστε αἱ τὸν Νεμεαῖον χειρωσάμεναι λέοντα, τὸν τὴν Νεμέαν λυμαινόμενον;

1093 λέοντ᾿, ἄπλατον: ἀπρόσιτον.

[*](1 ὥστε] ὥστις (ut in textu) L. — 2 Il. π 7 ubi θέουσʼ pro κλαίουσ᾿. — 22 ἓν] ἕνα L, corr. Br. — 25 ν*εμεαῖον L. — 26 νεμαίαν L, corr. Lasc.)
341

κἀπροσήγορον ἀναγόρευτον, ἀδιήγητον ἢ φαῦλον καὶ μεμισημένον, ὅν οὐκ ἄν τις προσφθέγξαιτο.

ἀδιήγητον.

1095 διφυῆ τ᾿ ἄμικτον τὸν τῶν Κενταύρων [*](Fol. 77b) ἀπροσπέλαστον, οὐκ ἦν συμμῖξαι καὶ συμβαλεῖν.

1096 ὑπείροχον βίαν: ὑπερέχοντα κατὰ τὴν δύναμιν· ὑβριστὴν δὲ μάχιμον, ὠμόν, οὐ σώφρονα· διὰ τὸν Νέσσον καὶ τὸν Πειρίθου γάμον.

1098 τρίκρανον: Ἡσίοδος πεντηκοντακέφαλον οὐτόν φησιν εἶναι, οὗτος δὲ τρίκρανον.

σκύλακ᾿ τὸν Κέρβερον.

1099 τόν τε χρυσέων δράκοντα. φασὶ τὸν Ἄτλαντα τῷ Ἡρακλεῖ κεκομικέναι τὰ μῆλα ὅτε καὶ αὐτὸς διαδεξάμενος τὸν οὐρανὸν ἐβάστασεν.

1100 ἐπʼ ἐσχάτοις τόποις τοῖς τῆς Λιβύης.

1101 ἐγευσάμην ἐπειράθην.

1103 ἄναρθρος: οὐκ ἔχων τὰ ἄρθρα τῶν μελῶν διὰ τὸ σεσῆφθαι αὐτά· κατερρακωμένος δὲ τὰς σάρκας σαπεὶς καὶ ἔχων αὐτὰς κρεμαμένας ὡς ῥάκη.

1104 τυφλῆς ὑπʼ ἄτης: ὑπὸ νόσου ἀφανοῦς καὶ ἀκαταλήπτου, ἥν οὐκ ἔστιν ἰδεῖν.

1107 τόδʼ ἴστε παρόντες.

κἄν τὸ μηδὲν κἂν μηδὲν ἕρπω: ἀντὶ τοῦ καὶ οὕτως ἔχων, καὶ οὕτω διακείμενος.

1113 εἰ σφαλήσεται εἰ ἀποτεύξεται τούτου.

1115 σιγὴν παρασχὼν ἀντὶ σιωπήσας καὶ ἡσυχάσας.

1118 οὐ γὰρ ἂν γνοίης: τουτέστιν ἐὰν μὴ τοῦ [*](1 leguntur in post ἀπρόσιτον p. 340, 27, separavit Br. ἀναγόρευτον] ἀνεξαγόρευτον (cf. ἀνεξάκουστος in scholio Ai. v. 318)? — 9 Ἡσίοδος] Theog. v. 312. πεντηκοντοκέφαλον L, corr. Lasc. — 13 αὐτὸς] αὐτὸν Elmsl.; cf. Apollodor. 2 5, 11 — 25 ἀποτεύξηται L, corr. Lasc.)

342
θυμοῦ παύσῃ πρότερον οὐ δυνήσῃ γνῶναι ὑπὸ τῆς ὀργῆς σκοτούμενος ὅτι ἀδίκως αὐτὴν ἀνελεῖν βούλει ὅπερ σοί ἐστι μεγίστη χαρὰ οὐδὲ ὅτι μάτην ἀλγεῖς τὴν ψυχὴν νεμεσῶν τὴν οὐδὲν ἀδικήσασαν.