Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

105 οἷα ἐπιρρηματικῶς.

ἄθλιον ὄρνιν γράφε ἅλιον ὄρνιν, ἀλκυόνα· ἢ ἀηδόνα.

106 οὔποτʼ εὐνάζειν: τὸν πόθον τῶν δακρύων κοιμίζειν ἀλλʼ ἡττᾶσθαι καὶ ἀεὶ δακρύειν.

ἀδακρύτων πολυδακρύτων.

107 ἀλλʼ εὔμναστον ἀνδρός: ἀλλὰ τὸ δεῖμα τὸ ὑπὲρ τοῦ ἀνδρὸς ἀεὶ μνημονεύουσαν ἐν ταῖς ἀνάνδροις κοίταις τρύχεσθαι κατὰ ψυχήν.

109 ἐνθυμίοις εὐναῖς: ταῖς μεριμνητικαῖς, ταῖς πολυφροντίστοις, ἀνανδρώτοισι δὲ ταῖς ἐρήμοις τοῦ ἀνδρός.

[*](4 ἑῷα] ἕω L, ἑὼ l, corr. Lasc — 6 καὶ — ἐφορᾷ] post δυτικὰ schol. v. 101 scripta in L, corr. Br. — 7 0d. λ 109, al. — 12 ἀθλίαν] ἅλιον Lasc. — 16 ἐπιρρηματικῶς] post περιμάχητον schol. v. 104 insertum in L separavit Dind. — 17 ἀλκυόνην L, corr. Dind. ἀλκυόνα 〈ἢ ἄθλιον〉 ἀηδόνα Otto Pauli.)
286

112 τὸ πολλὰ πρὸς τὸ κύματα.

ὥστʼ ἀκάμαντος ἢ νότου: ὥσπερ γὰρ ἄν τις θεωροίη κυματουμένην τὴν θάλατταν ἢ νότου πνέοντος ἢ βορέου, τῶν δὲ κυμάτων τὰ μὲν ἐπιόντα τὰ δὲ ἀπερχόμενα οὕτως καὶ τὸν Ἡρακλέα καθάπερ τι πέλαγος κακῶν τὸ μὲν τι παρὸν λυπεῖ τὸ δʼ αὐξόμενον ἀπόκειται.

116 Καδμογενῆ: τὸν Θηβαγενῆ Ἡρακλέα· Ἡσίοδος ὄφῤ Ἡρακλῆος Θηβαγενέος κλέος εἴη.

117 τρέφει, τὸ δʼ αὔξει ἀντὶ τροφῆς καθημερινῆς καὶ αὐξήσεώς εἰσιν αὐτῷ οἱ πόνοι.

τρέφει: ἀντὶ ἔχει, τὸ δὲ αὔξει ἀντὶ τοῦ αὔξεται· οὕτω φησί, τὸ μὲν τῶν κακῶν ἔχει αὐτὸν τὸ δὲ αὔξεται κατʼ αὐτοῦ. ἄλλως. τρέφει ἀντὶ τοῦ τρίβει κατὰ ἀντίφρασιν· ἔστι γὰρ οὕτω, τὸ μὲν αὐτὸν καταπονεῖ παρὸν τὸ δʼ αὔξει καὶ κορυφοῦται· ἢ ὅτι οἰκεῖον τοῦ ἥρωος τὸ τρέφει καὶ αὔξει ὥστε τρέφεσθαι αὐτοῦ τὴν ἀρετὴν διὰ τῶν πόνων ὡς Ἰσοκράτης ,,οἷς τοῦ βίου ἀρετὴ τηλικοῦτον εὐδοξίας χαρακτῆρα ἐχαρίζετο“· βίου δὲ πέλαγος τὸν χειμαζόμενον βίον.

118 πέλαγος | Κρήσιον ὡς πάνυ χειμαζομένης τῆς περὶ Κρήτην θαλάσσης.

119 ἀλλά τις θεῶν: θάρρει, φησίν, ὦ Δηιάνειρα· θεῶν γάρ τις αὐτὸν ἀναμάρτητον καὶ δίκαιον ὄντα κωλύει ἀπὸ τοῦ Ἅιδου· ἢ ἀναμπλάκητον ἐπιτυχῆ παρὰ [*](4 et 5] ἀπιόντα et ἐπερχόμενα L, correxi. — 6 τι inclusi. — 9 Theog. v. 530. — 14 ἄλλος L, corr. l. — 18 ὡς] καὶ l. Ἰσοκράτης] Demon. p. 3d: οἷς ἡ τῶν τρόπων ἀρετὴ — χαρακτῆρα τοῖς ἔργοις ἐπέβαλεν. — 25 ἀναπλακητον L. ἐπιτύχηι L, corr. Lasc.)

287
τὸ μὴ ἀναπλακεῖν οἷον κωλύει αὐτὸν μὴ ἐπιτυχεῖν τοῦ Ἅιδου.

120 ἀναμπλάκητον ἄπταιστον.

122 ὧν ἐπιμεμφομένας περὶ ὧν μεμφομένης ὅτι προσηκόντως ὀδύρῃ· θεοὶ γὰρ αὐτὸν σῴζουσιν.

ἁδεῖα μὲν ἀντία δʼ οἴσω: οἷς περὶ τοῦ Ἡρακλέους φρονεῖς ἐρῶ· τὸ δὲ ἑξῆς ἐπάγει ὥστε μὴ χρῆναι αὐτὴν ἀποβάλλειν τὴν ἀγαθὴν ἐλπίδα περὶ αὐτοῦ· ἡδεῖα ὅτι φησὶν αὐτὸν ζῆν, ἀντία δὲ ὅτι τὸ ἐναντίον νομίζει Δηιάνειρα ὡς ἀποθανόντος αὐτοῦ.

ἀντία ἀντίον σοί.

οἴσω ἀντὶ λέξω.

124 οὐκ ἀποτρύειν: οὐκ ἀπογνῶναι, οὐκ ἀποκάμνειν, οὐκ ἀποβάλλειν, οὐκ ἀποδοκιμάζειν.

126 ἀνάλγητα γὰρ οὐδʼ | ὁ πάντα κραίνων: οὐδὲ γὰρ ἄλυπα τοῖς ἀνθρώποις ὁ Ζεὺς τὰ πράγματα πεποίηκε·

  • δοιοὶ γάρ τε πίθοι·
  • οἷον συμμιγνύουσιν οἱ θεοὶ τὰ πράγματα τοῖς ἀνθρώποις πήματι καὶ χαρᾷ καὶ στρέφουσιν ὀξέως τὰ πράγματα ὥσπερ τὰς τῆς ἄρκτου στροφάς.

    129 ἀλλ᾿ ἐπὶ πήματι καὶ χαρᾷ. ἐπὶ χαρᾷ δὲ καὶ πήματι πᾶσι κυκλοῦσιν οἱ θεοί· πήμᾳ δὲ ἀντὶ πήματι κατὰ ἀποκοπήν.

    ποτὲ μὲν ἐπὶ πήματι ποτὲ δὲ ἐπὶ χαρᾷ.

    [*](1 ἀναπλακεῖν| ἀμπλακεῖν Neuius. — 4 ἐπιμεμφομένα σοι (σ᾿ Wolffius): περὶ ὧν μεμφομένη σοι (σʼ Wolf. ὅτι〈οὐ〉 προσηκόντως Lasc. — 7 φρονεῖς ἐρωτι δὲ L, in marg. ζτ, correxi. — 8 ἡδεῖα] ἡ δὲ I, correxi. — 18 Il. ω 527. — 23 πήμᾳ] πῆμα L, correxi.)
    288

    130 πᾶσι κυκλοῦσιν: ἀντὶ κυκλοῦνται τὰ τῶν ἀνθρώπων πράγματα· ἢ τὸ κυκλοῦσιν ἐπὶ τῶν θεῶν. οἷον ἄρκτου στροφάδες: τὰς ἄρκτους παρέλαβεν ἐπεὶ διαφανεῖς τέ εἰσιν καὶ ἡσυχαιτέραν ποιοῦνται τὴν κίνησιν· καθόλου γὰρ ὀξύτερον τὰ νότια κινοῦνται διὰ τὸ μείζονα κύκλον ὁδεύειν· Ἄρατος

    αὐτοῦ καὶ κριοῖο θοώταταί εἰσι κέλευθοι.

    [*](Fol. 66b)

    136 στέρεσθαι ἀντὶ τοῦ λυπεῖσθαι καὶ στέρεσθαι χαρᾶς· τίνος δὲ στέρεσθαι; δῆλον ὅτι τοῦ χαίρειν.

    137 ἃ καὶ σὲ τὰν ἄνασσαν: ἅπερ καὶ σὲ λέγω χρῆναι φρονεῖν καὶ χρησταῖς ἐλπίσι βόσκεσθαι· ἢ οὕτως, ἃ καὶ σὲ βούλομαι φροντίζειν ὅτι τρέπονται καὶ ἐκ κακῶν ἐπὶ ἀγαθὰ τὰ ἀνθρώπινα.

    140 Ζῆν᾿ ἄβουλον: δύσβουλον καὶ κακόβουλον, μὴ βουλευόμενον τοῖς ἰδίοις παισὶ τὸ συμφέρον διὸ μηδὲν φαῦλον περὶ Ἡρακλέους ἔλπιζε· οὐ γὰρ παρορᾷ τοῦ ἑαυτοῦ παιδὸς ὁ Ζεύς.

    141 ἐξ ἀκοῆς ἐλήλυθας, τῶν ἐμῶν αἰσθομένη κακῶν.

    144 τὸ γὰρ νεάζον ἐν τοιοῖσδε: ἡ γὰρ νέα ἡλικία ἐν τοῖς τόποις τῆς ἀμεριμνίας βόσκεται· τὸ δʼ αὐτοῦ τινες ψιλοῦσιν καὶ νοοῦσιν αὐτόθι, ἔνιοι δὲ δασύνουσιν ἀντὶ τοῦ ἑαυτοῦ, τοῖς ἰδίοις ἑαυτοῦ τόποις ἀμερίμνως βόσκεται τὸ νεάζον καὶ οὔτε καύματι φθείρεται οὔτε ὑετῷ οὔτε ἀνέμων σφοδρότητι ἀλλὰ ταῖς ἡδοναῖς εἰς ὕψος εὐθυμίας αἴρεται· ἕως τις γαμηθῇ οὐδέν, φησί, ταράττει τὴν νέαν ἡλικίαν ἀλλʼ ὡς τεῖχος ἀρραγὲς οὐ [*](3 ἄρκτου στροφὰς παρ. Lasc. — 7 Phaenom. v. 225. — 11 χρησταῖς] sumtum ex v. 125 (ἐλπίδα τὰν ἀγαθάν).)

    289
    φθείρεται ὑπό τινος οὕτως οὐδὲ ἡ νεότης ἐστηριγμένη ὑπὸ ἀμεριμνίας τῶν ἐν τῷ βίῳ κακῶν·
  • νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ.