Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1049 στυγνὸς στυγνοποιός, διὰ τὰς τῶν ἄθλων προστάξεις.

[*](Fol. 77a)

1052 ὑφαντὸν ἀμφίβληστρον τὸν χιτῶνα ἐς ἀμφίβληστρον.

[*](1 et 9 διὰ στόματος] non expedio; ἐμαυτοῦ Herm., αὐτόματος O. Hensius. — 4 λείπει] h. e. ἤγουν. φαρμάκου L, corr. Neuius.)
339

1053 προσμαχθὲν προσκολληθέν.

1054 ἀρτηρίας τὰς φλέβας.

1055 ῥοφεῖ ἐκπίνει.

χλωρὸν νέον ἢ νεκρόν.

1057 ἀφράστῳ τῇδε χειρωθείς: ἀπροσδοκήτῳ, ἀνεννοήτῳ ἢ ἀλέκτῳ· ἢ περὶ ἧς οὐκ ἔχει τις φράσασθαι τίς εἴη τὴν φύσιν.

πέδῃ ἐποχῆ, ἥττῃ.

1058 κοὐ ταῦτα λόγχη πεδιάς: ἡ ἐν τῷ πεδίῳ βαλλομένη· ἢ ἐπεὶ ἐν τῷ Θεσσαλικῷ πεδίῳ ἐμαχέσατο πρὸς Κενταύρους.

λόγχη πεδιάς: ἡ ἐν πεζομαχίᾳ· θέλει γὰρ εἰπεῖν ὅτι οὔτε παραταττόμενος οἷον πρὸς Λαομέδοντα οὔτε πρὸς Αὐγέαν ἢ Κενταύρους.

1059 θήρειος βία: λέοντος, ὕδρας, Κερβέρου καὶ τῶν λοιπῶν.

1060 ἄγλωσσος κακόγλωσσος, βάρβαρος ἢ ἀλλόγλωσσος.

1062 φύσιν?: ---

φύσιν λείπει ἔχουσα.

1064 παῖ: ὦ Ὕλλε, δεῖξον τοῖς ἔργοις ὅτι ἀληθῶς ἐξ ρακλέους Ἡχεις τὸ γένος καὶ μή μου προκρίνῃς τὴν Δηιάνειραν ἀλλὰ ταῖς σαῖς χερσὶ τῆς οἰκίας αὐτὴν ἔξαγε καὶ παράδος μοι· ταῦτα δὲ ἀγνοῶν ὅτι τέθνηκεν.

1067 ὡς εἰδῶ σάφα: ἵνα μάθω πότερον ὑπὲρ ἐμοῦ νοσοῦντος λυπῇ ἢ ὅταν ἴδῃς τὸ σῶμα τῆς Δηιανείρας παῤ ἐμοῦ βλαπτόμενον καὶ δικαίως καταπονούμενον.

[*](15 θήριος (ut in textu) L, corr. Br. — 27 ἢ addidi.)
340

1071 ὅστις ὥστε παρθένος: Ὅμηρος

  • ἠύτε κούρη
  • νηπίη ἥ θʼ ἄμα μητρὶ κλαίουσ᾿ ἀνελέσθαι ἀνώγει.

    1072 βέβρυχα ἀναβοῶ.

    1074 αἰὲν εἱπόμην κακοῖς ὑπέφερον πᾶν κακόν.

    1075 νῦν δʼ ἐκ τοιούτου: ἐξ ἰσχυροῦ γέγονα ἀσθενής· ἢ ὑπὸ τοιούτου κακοῦ.

    1077 σκέψαι σκόπει.

    1079 ὁ λόγος πρὸς τοὺς περιεστῶτας.

    1081 αἰαῖ ὀδυνώμενος ἀναβοᾷ.

    1082 ἔθαλψεν ἄτης: πάλιν ἐξεπύρωσέν με ὁ τῆς νόσου σπασμός.