Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1006 πᾷ μου ψαύεις; ὡς ἐφαπτομένου αὐτοῦ τοῦ παιδὸς ἐπὶ τῷ γνῶναι πῶς ἔχει τῷ σώματι· ποῖ ψαύεις ἀντὶ τοῦ παῦε ψηλαφῶν καὶ μεταφέρων τῇδε κἀκεῖσε τὸ σῶμά μου.

ποῦ προσάγεις τὰς χεῖρας;

1008 ἀντέτροφας: ὅ τι ἂν ἡσυχάσῃ τοῦ κακοῦ τούτου πάλιν κινήσας ἀνέτρεψας οἷον ὅ τι ἂν τῶν ὀδυνῶν μύσῃ τοῦτο διήγειρας.

1009 ἧπταί μου τὸ κινηθῆναι ὑπὸ σοῦ καθήψατό μου.

ἥδ’ αὖθʼ ἕρπει ἡ νόσος, φησί, πάλιν ἐπίκειται.

1010 πόθεν ἔστ᾿, πάντων Ἑλλάνων: οὐ πρὸς τοὺς φέροντάς φησιν ἀλλὰ καθόλου πρὸς πάντας τοὺς εὐεργετηθέντας πρῴην ὑπʼ αὐτοῦ· ποῦ, φησίν, ἆρα ἐστέ, ὦ πάντων Ἑλλήνῶν ἀδικώτατοι τουτέστιν ἀχαριστότατοι, οὓς ἐγὼ πῇ μὲν κατὰ θάλατταν πῇ δὲ ἐν γῇ ἔσῳζον, πάντα τόπον καθαίρων ὑπὲρ σωτηρίας [*](4 ἐπιδεικνύμενος l. — 7 μεταπέμψοιτο L, corr, Triclinius. θεραπεύσαντα L, corr. Tricl. — 12 ἐπὶ τὸ L, corr, Br. — 17 ἀνατρέψας L, corr. Lasc. — 18 ἕώοέε L. — 27 ἔσῳζον] καὶ add. Br.)

337
ἐκείνων ἐγγὺς θανάτου ἐγενόμην; τὴν δὲ ἐκ τόπου σχέσιν εἶπεν ἀντὶ τῆς ἐν τόπῳ ὡς
  • σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη
  • ἀντὶ τοῦ σχεδόν.

    πόθεν ἀντὶ ποῦ.

    1013 ὠλεκόμαν ἔκαμνον καὶ ἐγγὺς θανάτου ἐγενόμην.

    καὶ νῦν ἐπὶ τῷδε νοσοῦντι: καὶ νῦν, φησίν, οὐδεὶς ἐκείνων ἐπʼ ἐμοὶ νοσοῦντι οὐ πῦρ, οὐ ξίφος σωτήριον προσαγαγὼν ἀπαλλάξει με τοῦ ζῆν;

    τῷδε δεικτικῶς ἀντὶ ἐμοί.

    1014 οὐ πῦρ λείπει προσαγαγών.

    ὀνήσιμον ὠφελήσιμον, σωτήριον.

    1016 οὐδʼ ἀπαράξαι: οὐδεὶς ἐκείνων, φησί, βού- [*](Fol. 76b) ἐλθὼν τὴν κεφαλήν μου ἀποτεμεῖν καὶ ἐλευθερῶσαι τοῦ μοχθηροῦ βίου.

    1018 εἷς τῶν γερόντων ἀκολουθῶν ἐξ Εὐβοίας τῷ ρακλεῖ πρὸς τὸν Ὕλλον φησί.

    τοὖργον τόδε μεῖζον ἀνήκει: τὸ βοηθῆσαι ἢ βαστάξαι τὸν Ἡρακλέα μεῖζόν ἐστιν ἢ κατʼ ἐμέ· ἀνήκει δὲ ἀντὶ ὁρμᾷ ὤξυνται μεῖζον, φησίν, ἢ κατὰ τὴν ἐμὴν δύναμιν· τοὖργον δὲ τὴν νόσον φησί.

    1019 σὲ δὲ σύλλαβε: σὺ γὰρ νέος εἶ καὶ ὀξύτερόν σοι τὸ ὄμμα πρὸς τὸ σῴζειν τὸν πατέρα μᾶλλον ἢ διʼ ἐμοῦ.

    1020 ἔμπλεον ὀξύτερον.

    ψαύω μὲν ἔγωγε; εἰ τὸ κατασχεῖν αὐτὸν ἰᾶται ἰδοὺ ἐφάπτομαι αὐτοῦ, ἴσθι δέ, φησίν, ὅτι τὴν λαθί- [*](3 Οd. β 267, al. — 14 ἀπαράξει L.)

    338
    πονον ἴασιν τῶν ὀδυνῶν οὔτε διὰ στόματος οὔτε ἔξωθεν προσάπτειν δύναμαι· οὐκ οἶδα γάρ· τοιαῦτα γὰρ ἀλγήματα δίδωσιν ὁ Ζεύς.

    1021 λαθίπονον δʼ ὀδυνᾶν λείπει φάρμακον.

    τὴν ὀδύνην τοῦ βίου αὐτοῦ τὴν λαθίπονον ἐξανύσαι οὐ δύναμαι.

    οὔτ’ ἔνδοθεν οὔτε θύραζε: οὔτε ἀπʼ ἐμαυτοῦ οὔτε ἀπό τινος τῶν ξένων δύναμαι ἐξανύσαι.

    ἔνδοθεν διὰ στόματος.

    1023 αἰσθάνεται τῆς τοῦ παιδὸς φωνῆς ὁ Ἡρακλῆς.

    1028 θρῴσκει ἀναζωπυρεῖται ἡ νόσος.

    δειλαία δειλοποιός.

    1030 ἀποτίβατος ἀπροσπέλαστος.

    1031 ἐπικαλεῖται τὴν Ἀθηνᾶν εἰς βοήθειαν. ἰὼ παῖ: κἂν σύ, παῖ, τὸν φύσαντα οἰκτείρας ἐπίσπασαί μοι ξίφος ἀνεμέσητον, ἐφʼ οὐδείς σε μέμψεται ὡς πατροκτόνον.

    1036 ἐχόλωσεν ἐπίσσωσεν.

    γράφε ἐχόλησεν οἷον χολῇ ἔχρισε τὸν χιτῶνα.

    1038 ἂν δʼ ἐπίδοιμι ἣν ἴδοιμι τῷ αὐτῷ νοσήματι περιπεσοῦσαν.

    1039 αὔτως ὁμοίως.

    1041 ὦ Διὸς αὐθαίμωνι τοῦ Διὸς ἀδελφὲ Ἀιδωνεῦ.

    1042 ὠκυπέτᾳ ταχεῖ.