Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1 λόγος μέν ἐστʼ ἀρχαῖος: ὁ τρόπος ἀναχρονισμός· μεταγενέστερος γὰρ ὁ Σόλων. φασὶν Ἀθηναίους αἰτήσασθαι Σόλωνα νόμου γραφήν, τὸν δὲ δεδιότα τὸ ἁψίκορον αὐτῶν ὅρκον αἰτῆσαι αὐτοὺς ἐπιμεῖναι δὲ δεκαετίαν, παρευλαβούμενον δὲ μήποτε μένοντα ἀναγκάσωσι μεταθεῖναί τι τῶν νομίμων ἀναχωρῆσαι πρὸς Λυδοὺς καὶ Κροῖσον· δεξάμενος δὲ αὐτὸν ὁ κροῖσος δείκνυσι πάντα τὸν πλοῦτον καὶ στρατιώτας ἐν ὅπλοις χρυσοῖς βωμόν τε Ἀπόλλωνος ὁλόχρυσον, καυχώμενος δὲ ἠρώτα αὐτὸν τίς πάντων ἀνθρώπων εὐδαιμονέστερος, ὁ δὲ ἔφη Κλέοβιν καὶ Βίτωνα· λυπηθεὶς δὲ ὁ βασιλεὺς ἠρώτα τὸν τὰ δεύτερα φέροντα, τούτου δὲ πάλιν ἕτερον προβαλομένου ἠγανάκτησε Κροῖσος ἐπεὶ μηδὲ τὰ δεύτερα τῆς εὐδαιμονίας αὐτῷ δέδωκεν· ὁ δὲ Σόλων συνεὶς τὴν λύπην ἀπεφήνατο ὅτι τέλος ἐστὶν ὅρα μακροῦ βίου· φασὶ δὲ αὐτοῦ τὸ [*](3 φασὶν Ἀθηναίους κ. ἑ.| cf. Herodot. I, 29 sqq. φασὶ δὲ Triclinius. — 5 ἐπέμενε δὲ δεκαετίαν παρευλαβούμενος δὲ L, corr. Br. — 6 δὲ inclusi. — 12 εὐδαιμονέστατος Neuius. — 14 προβαλλομένου L, correxi. — 17 τέλος ἐστὶν ὅραμα βίου L, correxi coll. schol. Eur. Andr. v. 100: τέλος ὅρα μακροῦ βίου (Leutsch. par. II, 773, 21; c. I, 315, 12. II, 665, 12: τέρμα δʼ ὁρᾶν βιότοιο, Σόλων). αὐτοῦ] αὐτὸν L, corr. Neuius.)

279
τηνικαῦτα πόλεμον αἰρομένου πρὸς Πέρσας χρησθῆναι παρὰ τοῦ θεοῦ
  • Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει·
  • ὁ δὲ νομίσας περὶ τῆς Περσῶν ἀρχῆς αὐτὸν λέγειν ἐπολέμησεν καὶ ἡττηθεὶς ἐν πυρὶ βέβληται ὑπὸ Κύρου, καιόμενος δὲ Σόλωνα ἐπεκαλεῖτο· Ἀπόλλων δὲ ὄμβρον ἐπιβαλὼν ἔσβεσε τὸ πῦρ, Κύρου δὲ ἐρωτήσαντος διηγήσατο αὐτῷ τὸ ἀπόφθεγμα τοῦ φιλοσόφου ὅθεν θαυμάσας τε καὶ ἐννοήσας τὸ τῆς τύχης ἄδηλον μετὰ τιμῆς ἀπέπεμψεν Κροῖσον.

    4 ἐγὼ δὲ τὸν ἐμόν: ἐγώ, φησί, τὸν ἐμὸν αἰῶνα καὶ πρὸ θανάτου διέγνωκα βαρὺν ὄντα καὶ ἀπεχθῆ καὶ δυστυχῆ.

    7 ἐν Πλευρῶνι πόλις Αἰτωλίας.

    15 νυμφίων ὄκνον; νυμφίων ἀντὶ τῶν νυμφευμάτων καὶ μνηστευμάτων, ὄκνον δὲ τὸν φόβον· Ὅμηρος

  • ὀκνείω δʼ ἵππων ἐπιβαινέμεν·
  • εἰ δὲ γράφεται ὄτλον τὴν ταλαιπωρίαν ἢ Ὅμηρος τὸ μεμορημένον καὶ πεπρωμένον· Καλλίμαχος
  • κενεὸν πόνον ὀτλήσαντες.
  • γράφε ὄτλον· ἡδεῖα δὲ ἡ φράσις καὶ ἡ ἱστορία.

    12 ἑλικτός: διὰ τὸ σκολιὸν τῶν ῥευμάτων.

    13 βούκρανος: οἱ ποταμοὶ βούκρανοι διετυποῦντο [*](1 αιρουμένου L, correxi. — 12 πρὸ τοῦ θανάτου l. — 15 νυμφίων (ut in textu) utrobique L. — 17 Il. ε 255. ἐπιβήμεναι l. — 18 Ὅμηρος inclusi. — 19 καὶ Καλλίμαχος l. — 20 fr. 274.)

    280
    ἢ ὅτι μυκηθμῷ εἰσι παραπλήσιοι περὶ τὰς ἐκβολάς· Ὅμηρος
  • τοὺς ἔκβαλλε θύραζε μεμυκὼς ἠύτε ταῦρος·
  • ἢ ὅτι σχίζουσι τὴν γῆν ὡς βόες· ἢ διὰ τὸ τὰς κατανομὰς παρὰ ποταμοὺς εἶναι.

    ἐκ δὲ δασκίου γενειάδος: ὁ νοῦς, ἐκ δὲ τῆς δασύτριχος γενειάδος αὐτοῦ κατέρρει πλῆθος ὑδάτων ὡς ἀπὸ κρήνης· παροιμία ἐκ πολλοῦ εἰρημένη.

    14 κρηναίου ποτοῦ λείπει τὸ ὡς, ὡς ἀπὸ κρήνης.

    19 ὁ κλεινὸς ἦλθε Ζηνός: τοῦτο γὰρ ἦν παρὰ Οἰνέως ὡρισμένον, τῷ νικῶντι Ἀχελῷον αὐτὴν δώσειν.

    21 ἐκλύεταί με: ἀντὶ τοῦ ἀπαλλάττει με καὶ ἐλευθεροῖ τοῦ φόβου τοῦ Ἀχελῴου περιγενόμενος. καὶ τρόπον μὲν ἂν πόνων: τὸν τρόπον τῆς πρὸς ἀλλήλους αὐτῶν μάχης οὐκ ἂν διείποιμι (ἐδεδοίκει γάρ), ἐκεῖνος δʼ εἴποι ὅς ἄφοβος αὐτῶν τὴν μάχην θεωρῶν ἐκάθητο· Ὅμηρος

    ἔνθα κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθὼν

    ὅς τις ἔτʼ ἄβλητος.

    23 θώκων θᾶκος ἡ καθέδρα.

    24 ἐγὼ γὰρ ἥμην: δασέως ἴνα συνάδῃ τῷ

  • ἀλλ᾿ ὅστις ἦν
  • θακῶν ἀταρβὴς τῆς θέας·
  • οἱ δὲ ψιλῶς ἀντὶ τοῦ ὑπῆρχον.

    25 μή μοι τὸ κάλλος: μὴ διὰ τὸ κάλλος ἀλγηδόνι περιπέσω τῷ Ἀχελῴῳ γαμηθεῖσα.

    [*](3 Il. φ 237. ἔκβαλεν L, corr. l. — 18 Il. δ 539. — 21 ἡμην (ut in textu) L. τῷ] τὸ L, corr. Br. — 22] v. 22.)
    281

    26 τέλος δʼ ἔθηκε Ζεὺς ἀγώνιος: ὁ πρύτανις τοῦ ἀγῶνος· τὸ δὲ ὅλον οὕτως ἔχει, ὁ ἀγώνιος Ζεὺς εὐτυχῶς τῷ ἀγῶνι τέλος ἐπέθηκεν, ἐμοὶ δὲ οὐκ εὐτυχῶς, εὐτυχῶς μὲν ὅτι ἀπήλλαξέ με τοῦ Ἀχελῴου οὐκ εὐτυχῶς δὲ ὅτι καὶ νῦν οὐχ ἧττον ἀγωνιῶ διὰ τὴν Ἡρακλέους ἀπουσίαν.

    27 λέχος γὰρ Ἡρακλεῖ κριτόν: ἀντὶ τοῦ ἔκκριτον.

    28 ξυστᾶσʼ ἀντὶ τοῦ συνελθοῦσα· τρέφω δὲ ἀντὶ ἔχω, αὔξω. διὰ τὸ καὶ νῦν περὶ Ἡρακλέους ἀγωνιᾶν.

    29 προκηραίνουσα: ἀγωνιῶσα, μεριμνῶσα κατὰ τὸ κέαρ ὅ ἐστιν ἐν βάθει βουλευομένη· καὶ Εὐριπίδης

  • τί ποτ᾿, τέκνον, τάδε κηραίνεις;
  • νὺξ γὰρ εἰσάγει: ἀντὶ νυκτὸς ἔρχεται καὶ νυκτὸς ἐξορμᾶται ὡς μὴ διαδοχήν μοι τῶν πόνων γενέσθαι.

    32 γῄτης: γεωργός, ὁ τὴν γῆν ἐργαζόμενος· ἔκτοπον δὲ ἔξω καὶ πόρρω οὖσαν.

    35 λατρεύοντά τῳ ὑπηρετοῦντα τῷ Εὐρυσθεῖ.

    36 ὑπερτελής. ἀντὶ ὑπὲρ τὸ τέλος γέγονεν οἷον τοῦ τέλους τῶν ἄθλων κρείττων ὤφθη κατορθώσας αὐτούς· ἢ ὑπέρτερος αὐτῶν ἐστιν, ἐγκρατὴς καὶ ὑπεράνω.

    39 ἐν Τραχῖνι: πόλις Θετταλίας εἰς ἣν Ἡρακλῆς κατῴκησεν διὰ τὸν τοῦ Ἰφίτου φόνον κατὰ τὸν νόμον.

    [*](1 ἔθηκεν L. — 2 Ζεὺς εὐτυχῶς] Ζεὺς εὐτυχὲς L, correxi. — 10 διὰ τὸ — ἀγωνιᾶν] post ἔκκριτον schol. v. 27 scripta in L huc collocavit Br. νῦν addidi. περὶ τοῦ Ἡρακλέους l. — 13 Hippol. v. 223. — 17 γηίτης (ut in textu) eraso ι L. — 25 φόνον] νόμου L, νόμον l, corr. man. rec. in marg. L.)
    282