Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

762 μὴ δόξῃς μὴ νομίσῃς.

763 οὐδαμᾷ οὐδαμῶς.

765 ὡς τοῖς θέλουσι τῶν φίλων μένῃς ξυνών: γράφε μαίνῃ, ὡς μαίνῃ, φησί, παρὰ τοῖς φίλοις τοῖς θέλουσιν ὑπομεῖναι τὴν σὴν μανίαν.

767 νοῦς δʼ ἐστὶ τηλικοῦτος: ἤτοι ὁ τῶν νέων ἢ ὁ φρόνιμος· ὁ δὲ νοῦς ὁ τηλικοῦτος, φησί, βαρύτατός ἐστιν ἀλγήσας.

770 αὐτὰ τὰς κόρας· δυικὸν γάρ ἐστι.

772 σφε αὐτήν.

774 πετρώδει — ἐν κατώρυχι ἐν ὑπογείῳ σπηλαίῳ.

775 φορβῆς τοσοῦτον: ἔθος παλαιὸν ὥστε τὸν βουλόμενον καθειργνύναι τινὰ ἀφοσιοῦσθαι βραχὺ τιθέντα τροφῆς καὶ ὑπενόουν κάθαρσιν τὸ τοιοῦτο ἵνα μὴ δοκῶσι λιμῷ ἀναιρεῖν· τοῦτο γὰρ ἀσεβές.

[*](11 ση L.)
254

777 ὃν μόνον σέβει θεῶν: διὰ τὸ προκρῖναι τῆς ἰδίας σωτηρίας τὴν πρὸς τὸν κατοιχόμενον δίκην.

779 ὅτι πόνος περισσός ἐστι: πλήρης ὀργῆς καὶ ἀβουλίας ὁ λόγος ὅτι καὶ εἰς θεοὺς θρασύνεται.

781 Ἔρως ἀνίκατε: διὰ τὸν Αἵμονα τοῦ ἔρωτος μέμνηται· πάλαι γὰρ ὡμονόει τῷ πατρί, νῦν δὲ σχεδὸν πολέμιος γέγονε διὰ τὴν Ἀντιγόνην· τὸ δὲ ἐρᾶν πλουσίους ἔχει· καὶ ἡ παροιμία

ἐν πλησμονῇ τοι Κύπρις, ἐν πεινῶσι δʼ οὔ.

μάχαν λείπει ἡ κατά.

782 κτήμασι ἐπεὶ καὶ κτημάτων ἐρῶσι πολλοί.

784 ἐννυχεύεις διατρίβεις.

785 φοιτᾷς δʼ ὑπερπόντιος: διότι καὶ τὰ θαλάσσια ζῷα ἐρᾷ ἢ ὅτι καὶ τὰ πόρρω θηρεύει ὁ ἐρῶν καὶ διὰ θαλάσσης ἄπεισι καὶ πανταχοῦ ὥστε τοῦ ἔρωτος ἐπιτυχεῖν ἢ ὅτι πολλοὶ τῶν ἐν πόντῳ ἐρῶσιν.

786 αὐλαῖς ταῖς ἐπαύλεσιν.

790 ὁ δʼ ἔχων τὸν ἔρωτα.

791 σὺ καὶ δικαίων ἀδίκους: σὺ καὶ δικαίους διαφθείρεις ὥστε τὰς φρένας αὐτῶν ἀδίκους γίνεσθαι ὡς Ἡρακλῆς ἐνεχόμενος τῷ ἔρωτι τῆς Ἰόλης τὰ ἐν Οἰχαλίᾳ ἔπραξεν ἀφορμὴν τοῦ πολέμου μὴ ἔχων ἢ τὸν ἔρωτα μόνον.

794 ξύναιμον ξυγγενές, ὅτι υἱοῦ πρὸς πατέρα γέγονε μάχη καὶ διαφορά.

795 νικᾷ δʼ ἐναργὴς βλεφάρων: ὅτι ὁρῶν τὴν [*](1 θεῶν] θεόν L. — 6 ὁμονοεῖ L, ὁμονόει Iuntina (1547), corr. Br. — 9 Euripid. fragm. 887 ubi πεινῶντι alii; in margine fol. 58 a rursus παροιμία: ἐν πλησμονῇ τοι et c. — 13 καὶ τὰ add. Lasc. — 21 ὡς Ἡρακλῆς κ. ἑ.] respic. Trach. v. 352 sqq.)

255
παῖδα ὁ Αἵμων σπουδάζουσαν καὶ πάντα πράσσουσαν ὑπὲρ τοῦ ἀδελφοῦ ἥττων αὐτῆς γέγονεν· νικᾷ οὖν, φησίν, ὁ ἔρως τῆς νύμφης ὅς ἐστι πάρεδρος τῶν μεγάλων θεσμῶν ἐν ἀρχαῖς· τοῦτο δὲ εἶπεν ὅτι θαυμαστή τίς ἐστιν ἡ τοῦ ἱμέρου ἀρχὴ καὶ ὥσπερ νομισθεῖσα ἄνωθεν διὸ καὶ πάρεδρον αὐτήν φησι τῶν θεσμῶν.

798 πάρεδρος ἐν ἀρχαῖς: τινὲς παρέδρος Δωρικῶς ἀναγινώσκουσι κατʼ ἔλλειψιν τοῦ υ ἵνʼ ἡ παρέδρους, λέγει δὲ τὸν Κρέοντα, νικᾷ δὲ ὁ φανερὸς ἵμερος τῶν βλεφάρων τῆς εὐλέκτρου νύμφης τὸν Κρέοντα, τὸν πάρεδρον ἐν ταῖς ἀρχαῖς τῶν μεγάλων θεσμῶν.