Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

667 τὰ ἐναντία τῶν δικαίων δῆλον ὅτι.

668 τοῦτον: τὸν τῷ βασιλεῖ πειθόμενον.

670 δορὸς ἀντὶ τῆς μάχης.

672 ἀναρχίας ἀντὶ τοῦ ἀπειθείας.

δὲ γάρ.

675 τροπὰς καταρρήγνυσι ἐκ γὰρ διαρρήξεως στρατοῦ τροπὴ γίνεται.

τῶν δʼ ὀρθουμένων τῶν ἀρχομένων.

676 αἰδομένων δʼ ἀνδρῶν πλέονες σόοι ἢ πέφανται.

677 ἀμυντέʼ τὰ τῶν νόμων.

τοῖς κοσμουμένοις τοῖς ἄρχουσιν· Ὅμηρος κοσμήτορε λαῶν.

[*](1 στέργηθρον] Eurip. Hipp. 256. — 18 ἀπιθείας L, corr. Br. — 24 ll. ε 531. — 25 ad κοσμούμενα refert Wexius. — 27 Il. α 16.)
251

681 εἰ μὴ τῆς φρονήσεως ὑπὸ τοῦ γήρως σεσυλήμεθα λέγειν φρονούντως δοκεῖς περὶ ὧν λέγεις· ὁ δὲ λόγος πάνυ πρεσβυτικῶς καὶ αἰδημόνως εἴρηται.

σεσυλήμεθα.

684 χρημάτων κτ(ημάτων).

685 ἐγὼ δὲ οὐ δύναμαι ταῦτα ἀποδέξασθαι ἐπειδὴ μὴ καλῶς ταῦτα λέγεις.

687 δυνατόν σε καὶ ἑτέρως καλῶς μεταβουλεύσασθαι.

688 σοὶ δʼ οὖν πέφυκα γράφε σὺ δʼ οὐ πέφυκας.

690 τὸ σὸν ὄμμα, φησί, τοιοῦτόν ἐστιν ὥστε μηδένα τῶν πολιτῶν ἀντικρύ σου λέγειν τοιαῦτα οἷς σὺ μὴ τέρψῃ· ἐμοὶ δὲ πάρεστιν ἀκούειν τῶν λάθρᾳ κατὰ σοῦ λεγομένων.

691 λόγοις τοιούτοις: λείπει τὸ χρῆσθαι.

692 ὑπὸ σκότου λαθραίως.

696 διὰ τούτων ὑπεραπολογεῖται τῆς κόρης ὑπερευπρεπῶς τῇ πόλει περιθεὶς τὸν λόγον.

697 κυνῶν γράφε λύκων.

699 τιμῆς γράφεται καὶ στήλης.

700 ἐρεμνὴ σκοτεινή, λαθραία σου.

709 διαπτυχθέντες: ἀνακαλυφθέντες· μετέβη δὲ [*](Fol. 57 b) ἀπὸ ἑνικοῦ ἀριθμοῦ τοῦ ὅστις γὰρ εἰς πληθυντικὸν τὸ οὗτοι.