Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

625 ὀλιγοστὸν ἀντὶ τοῦ οὐδὲ ὀλίγον.

629 τάλιδος: τᾶλις λέγεται παῤ Αἰολεῦσιν ἡ ὀνομασθεῖσά τινι νύμφη· Καλλίμαχος

αὐτίκα τὴν τᾶλιν παιδὶ σὺν ἀμφιθαλεῖ.

τῆς νύμφης.

[*](15 αἴρει (supra προσαύσῃ in textu) L, correxi. — 16 προσφέρει L, corr. Lasc. — 18 ἐκ τοῦ L. — 19 τὸ] τὸν L, corr. Elmsl. — 20 trag. fragm. adespot. 379. — 25 fr. 210.)
249

τῆς μελλογάμου νύμφης.

μόρον λείπει ἡ διά, διὰ τὸν μόρον.

630 ὑπὲρ τῆς τῶν λεχέων ἀποτυχίας ἀχθόμενος.

631 τάχ᾿ εἰσόμεσθα: ὁ λόγος παροιμιακῶς ὁπότε μὴ στοχασμῷ χρώμεθα ἀλλʼ αὐτόπται τῶν πραγμάτων γινόμεθα· προγιγνώσκει μὲν γὰρ καὶ ὁ μάντις ἀλλὰ στοχασμῷ χρῆται· τάχα οὖν ἀκριβῶς γνώσομαι ταῦτα παρὰ τοῦ παιδὸς πυνθανόμενος.

632 τελείαν ψῆφον; τελείαν τὴν ἤδη τετελεσμένην· τοῦτο δέ φησιν ὡς μὴ μεταβουλευσόμενος· ἢ τὴν τέλος ἐπάγουσαν τῇ Ἀντιγόνῃ.

633 λυσσαίνων γράφε θυμαίνων.

635 παρέλκει τὸ ἔχων.

636 ἀπορθοῖς ὀρθῶς καθηγῇ.

637 ἐμοὶ γὰρ οὐδεὶς ἀξίως: οὐδείς μοι προκριθήσεται γάμος τῆς σῆς ἀρχῆς, καλῶς σοῦ ἄρχοντος· πανταχοῦ δὲ μετὰ παρατηρήσεως.

638 μείζων φέρεσθαι προκρίνεσθαι.

639 διὰ στέρνων ἔχειν ἀντὶ τοῦ ἐνθυμεῖσθαι.

640 γνώμης πατρῴας πάντʼ ὄπισθεν: οἷον τῆς πατρῴας γνώμης πάντα εἶναι δεύτερα οἷον χρὴ τὴν πατρῴαν πράττοντα γνώμην περὶ τῶν ἄλλων οὐδένα λόγον ἔχειν· ἀσφαλῶς δὲ προσέθηκε τὸ πάντα μὴ ἄρα ἐκ τοῦ παιδὸς ὑπαντηθῇ ὅτι πλὴν τῶν χρησίμων.

646 πόνους γράφε πέδας ἵνʼ ᾖ ἐμπόδιον, δεσμούς, κώλυμα τοῦ πράττειν ἃ βούλεται.

650 ψυχρὸν ἀηδές.

[*](1 τῆς μελλογάμου νύμφης] glossema in agnovit Triclinius; cf. etam Polluc. 3, 45 et Hesych. v. τᾶλις — 4 παροιμιακὸς Lasc. — 10 μεταβουλευσάμενος L, corr. Br. — 20 ὄπιθεν (ut in textu) L, corr. Lasc.)
250

παραγκάλισμα: φίλημα, στέργηθρον, κοινώνημα, παρακοίμημα, περιπλοκή.

653 πτύσας καταπτύσας, ἐν οὐδενὶ λόγῳ θέμενος, καταφρονήσας.

[*](Fol, 57 a)

659 εἰ γὰρ τοὺς ἐμούς, φησίν, ἀκόσμως βιοῦντας μὴ τιμωρησαίμην οὐδὲ τῶν ξένων περιγενήσομαι· ἀπὸ κοινοῦ δὲ τὸ θρέψω.

ἐγγενῆ συγγενῆ.

660 θρέψω: ἀντὶ τοῦ ἕξω.

661 εἰ οὖν τηροίην τὰ νόμιμα καὶ τὰ δίκαια ἐπὶ τῆς ἐμαυτοῦ πρώτως οἰκίας τηροίην ἂν αὐτὰ καὶ ἐπὶ τῆς πόλεως.

663 ὑπερβὰς λείπει τὸ δίκαιον.

666 στήσειε καταστήσειεν ἄρχοντα.