Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

592 στόνῳ λείπει ἡ σύν, σὺν στόνῳ.

ἀντιπλῆγες ἀντιπλησσόμεναι.

596 οὐδʼ ἀπαλλάσσει γενεάν: τὸ γένος τὸ ἐπιγινόμενον οὐκ ἀπαλλάσσει τὴν γενεὰν ἀλλʼ ἀεὶ ἐν συμφορᾷ ἐστιν.

597 ἐρείπει καταβάλλει, καταφέρει.

599 νῦν γὰρ ἐσχάτας ὕπερ: λείπει ἄρθρον τὸ ὅ, τὸ δὲ λεγόμενόν ἐστι τοιοῦτο, νῦν γὰρ ὅπερ ἐτέτατο φῶς, φησί, καὶ σωτηρία ἐν τοῖς οἴκοις τοῦ Οἰδίποδος ἐσχάτης ὑπὲρ ῥίζης ἀντὶ τοῦ ὅπερ ἔβλαστεν ἄνω τῆς ῥίζης θάνατος καταλαμβάνει. νῦν γάρ, φησίν, ὅπερ ἦν λείψανον γενεᾶς τοῦτο μέλλει καλύπτειν ἡ κόνις, τὸ καταλειφθέν φησιν ἀπὸ Οἰδίποδος βλάστημα.

601 κατʼ αὖ νιν ἐὰν στίξωμεν κᾆτʼ αὖ νιν οὐδὲν λείπει τῷ λόγῳ.

νιν τὴν ῥίζαν.

602 ἀμᾷ θερίζει καὶ ἐκκόπτει· ἢ καλύπτει.

[*](3 μέλα L, corr. Lasc. — 4 Il. ι 15, alibi. — 5 κυανοχαίτης] Il. υ 144, al. — 7 ἐκ βάθους] ad ὕφαλον adscriptum in L huc retraxit M. Schmidtius. — 10 ἀντὶ πλησσόμεναι L, corr. Lasc. — 14 ad ἀπαλλάσεει adscriptum in L, corr. Br. — 16 ἐτέτατο] ἐπέτατο L, corr. Lasc. — 17 φῶς addidi. — 22 κατʼ αυνιν (κᾶτ αὖ in textu) L.)
247

603 λόγου τʼ ἄνοια: ἁμαρτία, ὅτι οἰστρηθεῖσα ὑπὸ τῶν Ἐρινύων ἡ Ἀντιγόνη τοῦτο τετόλμηκεν.

604 τοῦτό φησιν, ὅτι προαιρέσει τοῦ Διὸς πάντα γίνεται.

605 κατάσχοι: εὐκτικῶς ὡς ποιήσαι τρίτου προσώπου· ὑπερηφανίᾳ κρατῆσαι δύναται.

606 ὁ παντογήρως: ὁ ἀσθενείας παραίτιος· τὸ γὰρ γῆρας ἀσθενές ἐστιν, ἀσθενοῦμεν δὲ τῇ γλυκείᾳ προσβολῇ τοῦ ὕπνου κατεχόμενοι· ἢ παντογήρως ὁ αἰώνιος καὶ ἄχρι γήρως τοῖς ἀνθρώποις καὶ πᾶσι τοῖς ζῴοις παραμένων.

αἰώνιος.

607 οὔτʼ | ἀκάματοι θεῶν μῆνες: ἀντὶ ἡ τοῦ χρόνου περίοδος.

608 ἀγήρῳ δὲ χρόνῳ δυνάστας: ἀντὶ τοῦ δυναστεύων [*](Fol. 56 b) καὶ ἄρχων τοῦ ἀγηράου χρόνου κατέχεις τὸν Ὄλυμπον· ἀγήρων δὲ τὸν τῶν θεῶν χρόνον φησὶν ἐπεὶ μήτε ὑπὸ δυστυχιῶν μήτε ὑπὸ ὕπνου ἐλαττοῦται.

611 τό τʼ ἔπειτα: τὸ ἐσόμενον καὶ μετʼ ἐκεῖνο μέλλον καὶ πάλιν ἐσόμενον· τινὲς δὲ τὸ ἔπειτα ἰδίως ἐπὶ ἐνεστῶτος λελέχθαι φασὶν ἀντὶ τοῦ νῦν.

ὅ ἐστιν ἀεὶ δυνάμενον βοηθεῖν.

613 νόμος ὅδʹ, οὐδὲν ἕρπει: οὐδείς, φησίν, ἔστι νόμος ἐν πάσαις ταῖς πόλεσιν ὥστε φεύγειν τοὺς ἀνθρώπους τὸ συμβησόμενον· ἢ οὕτως, οὐδείς ἐστι νόμος ὃς δύναται τῶν ἤδη τελειωθέντων κακῶν προσάγειν βοήθειαν ἢ οὕτως, ὁ δὲ νόμος ὁ πάντων ἀνθρώπων κοινὸς τοῦτο ἔχει, μηδένα ζῆν ἄνευ λύπης.

[*](5 ποιῆσαι L, corr. Lasc. — 8 γλυκείᾳ προσβολῇ] Eurip. Med. v. 1074 γλυκεῖα προσβολή. — 21 φασὶν] φησὶν L, corr. Lasc — 22 δυνάμενος Herm.)
248

ὁ λόγος, σὺ μέν, Ζεῦ, ἀγήρως τε καὶ δυνάστης εἰς ἅπαντα τὸν χρόνον εἶ ἡ δὲ τῶν ἀνθρώπων πολιτεία οὐδέποτε χωρὶς κακῶν ἐστιν.

614 πάμπολις ὁ κατὰ πᾶσαν πόλιν ἕρπων νόμος ὅ ἐστι πάντες ἄνθρωποι.

615 ἁ γὰρ δὴ πολύπλαγκτος: οὐδέν, φησί, περὶ τῶν μελλόντων ἐπίστανται οἱ ἄνθρωποι ὥσπερ ὁ Ζεύς, ἠπάτησε δὲ πολλοὺς ἡ ἐλπὶς κουφόνους ἔρωτας ἐμβάλλουσα· τὰ ἀδύνατα γὰρ ἐλπίσαντες ἐσφάλησαν· ἔρωτας δέ φησι καὶ τὰς ἐπιθυμίας.

617 κουφονόων ἐρώτων: ἀντὶ τοῦ τῶν κούφων ἐπιθυμιῶν ἐν αἷς πολλοὶ ἠπάτηνται ἕτερα προσδοκήσαντες ἑτέρων ἀποβάντων.

618 τῷ ἀνθρώπῳ οὐδὲν εἰδότι ἐπέρχεται.

619 προσαύσῃ (προσ)αίρῃ.

προσφέρῃ· πρὶν τοῖς δεινοῖς ἐπικύρσῃ καὶ εἰς αὐτὸν ἐμπέσῃ τὸν κίνδυνον.

620 σοφίᾳ γὰρ ἔκ του | κλεινὸν ἔπος: μετὰ σοφίας γὰρ ὑπό τινος ἀοίδιμον καὶ κλεινὸν ἔπος πέφανται, τὸ

  • ὅταν δʼ ὁ δαίμων ἀνδρὶ πορσύνῃ κακὰ
  • τὸν νοῦν ἔβλαψε πρῶτον ᾧ βουλεύεται.