Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

557 καλῶς σὺ μέντοι τοῖς δʼ ἐγὼ δόκουν φρονεῖν: σεαυτῇ καλῶς ἐδόκεις φρονεῖν μὴ συμπράττουσά μοι ἐγὼ δὲ τούτοις ἢ τοῖς ἀνδράσιν ἢ τοῖς ἐμοῖς δόγμασιν· τινὲς δὲ τῷ νόμῳ καὶ τῷ δικαίῳ.

[*](Fol. 56 a)

558 ὅτι σὺ μὲν ἔπραξας ἐγὼ δὲ συνῄδειν.

559 ἡ δʼ ἐμὴ ψυχὴ πάλαι τέθνηκεν: οἷον προηκάμην τὸ ζῆν βοηθῆσαι βουλομένη τῷ ἀδελφῷ.

561 τὴν μὲν ἀρτίως ἄνουν πεφάνθαι: τὴν Ἰσμήνην ὅτι εἰ καὶ μὴ συνειργάσατο ῥίπτει ἑαυτὴν εἰς κίνδυνον.

563 οὐ γάρ ποτ᾿, ναξ: τοῦτό φησιν ὑπεραπολογουμένη τῆς Ἀντιγόνης ὅτι εἰ καὶ κακῶς ποιεῖ μεταβληθήσεται· οὐ μένει γὰρ οὐδὲ ὁ ἐξ ἀρχῆς κακὸς νοῦς τοῖς κακῶς φρονήσασι πρὸς ὅ φησι Κρέων, σοὶ γοῦν μένει κακὸς ὁ νοῦς ὁπότε εἵλου τῶν κακῶν εἶναι κοινωνός.

[*](19 τὸ] τοῦ L, corr. Herm.; cf. Plut. Anton. 53: μὴ Κλεοπάτρα πρόηται τὸν βίον. — 21 εἰ καὶ addidi.)
245

567 ἀντὶ τοῦ μὴ φρόνει ὅτι ἐν τοῖς ζῶσίν ἐστιν.

568 νυμφεῖα ἀντὶ τοῦ τὴν νύμφην.

569 ἀρώσιμοι παιδοποιήσιμοι, εὐγεώργητοι.

570 ἡρμοσμένα τὰ τοῦ γάμου φησίν.

571 υἱάσιν λείπει τὸ συνάπτεσθαι.

573 καὶ σὺ καὶ τὸ σὸν λέχος. τὸ σὸν τὸ ὑπὸ σοῦ ὀνομαζόμενον οἷον τὸ ὄνομα τῆς νύμφης ὃ σὺ προβάλλῃ.

577 καὶ σοί γε κἀμοί: οὐ μόνον ταύτῃ ὥρισται τὸ ἀποθανεῖν ἀλλὰ καὶ σοί· μηκέτι οὖν μοι τριβὰς ἐμβάλλετε· ἢ καὶ ἐμοὶ καὶ σοὶ δέδοκται μηκέτι διατρίβειν ἐν τοῖς λόγοις.

578 ἐκ δὲ τοῦδε χρή. ὁ δὲ περιττεύει· λέγει γὰρ ὅτι χρὴ λοιπὸν μὴ ἀνειμένας εἶναι ταύτας τὰς γυναῖκας ἀλλὰ φρουρεῖσθαι· φεύγειν γὰρ εἰώθασι καὶ οἱ τολμηροὶ πλησιάζοντα ὁρῶντες τὸν θάνατον.

579 ἀνειμένας αὐτεξουσίους.

582 εὐδαίμονες οἷσι κακῶν: ἀπὸ κοινοῦ τὸ αἰών, οἷς γὰρ ἂν σεισθῇ δόμος τούτοις ὁ αἰὼν οὐδὲν ἄτης ἐλλείπει ἕρπων ἐπὶ τὸ πλῆθος τῆς γενεᾶς ἀλλὰ πάντα ἐπιφέρει τὰ δεινὰ ὥστε ὅμοιόν ἐστι τῶν οἴκων τὸ κίνημα ἐκσεισθέντι κύματι ταῖς τοῦ Βορέου πνοαῖς οἷον γαλήνης οὐ ῥᾳδίως τυγχάνουσιν ὅσοι ἐν κλύδωνι γίνονται ἀλλʼ οὐδὲ δυστυχίᾳ περιπίπτων οἶκος εὐχερῶς ἀνανεύει.

584 σεισθῇ ταραχθῇ.

587 ὅμοιον ὥστε ποντίας ἁλός: τὸ ἑξῆς, ὅμοιον [*](13 τοῦδε] τᾶσδε (ut in textu) L, corr. Br. ὁ δὲ περιττεύει] in particula μηδέ. — 21 τῶ οἴκων τῶ (ῶ ex ὸ) κινήματι L, corr. Lasc.)

246
ὡς ὅταν Θρῇσσῃσιν ποντίαις δυσπνόοις πνοαῖς οἶδμα ἔρεβος ὕφαλον ἐπιδράμῃ ἀντὶ τοῦ ἐκ βάθους κινήσῃ τὴν θάλασσαν· τὰ γὰρ βαθέα μέλανα ἐκάλουν· Ὅμηρος
  • δνοφερὸν χέει ὕδωρ·
  • καὶ ὁ Ποσειδῶν κυανοχαίτης.

    589 ἔρεβος μέλαν.

    590 βυσσόθεν ἐκ βάθους.

    591 δυσάνεμον τὴν ὑπὸ ἀνέμων ταραχθεῖσαν.