Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

466 παῤ οὐδὲν ἄλγος οὐδεμία λύπη.

467 ἠνεσχόμην, ὑπερεῖδον.

469 σοὶ δʼ εἰ δοκῶ νῦν μῶρα: εἰ δοκῶ παρὰ σοὶ εὐήθη πράττειν οὐκ ἔστι περὶ ἐμὲ ἡ εὐήθεια ἀλλὰ περὶ σὲ ὥστε δεῖ μὴ τὴν ἰδίαν πλάνην τοῖς πλησίον ἐπιφέρειν.

471 δηλοῖ τὸ γέννημ᾿ ὠμόν: τὸ σκληρὸν αὐτῆς τοῦ φρονήματος ὁμολογεῖ πατέρα τὸν Οἰδίποδα.

475 περισκελῆ περιεσκληκότα ἢ κεκαμμένον.

484 ἦ νῦν ὄντως δή.

485 εἰ ταῦτʼ ἀνατί: εἰ ταῦτα τὰ τολμήματα καὶ ἡ νίκη αὕτη χωρὶς βλάβης καὶ τιμωρίας ---

486 ἀλλʼ εἴτʼ ἀδελφῆς εἴθʼ ὁμαιμονεστέρας: εἴτε ἐξ ἀδελφῆς ἐμῆς εἴτε οἰκειοτέρας καὶ συγγενικωτέρας πάντων τῶν οἰκείων (τοῦτο γὰρ δηλοῖ τὸ

  • τοῦ παντὸς ἡμῖν Ζηνὸς ἑρκίου κυρεῖ)
  • ἀθῷος οὐκ ἄπεισιν.

    [*](19 ἢ] οὐ Br. κεκαμμένα L, correxi. — 22 lacunam indicavi; fort. excidit ἔσται. — 23 ὁμαιμ (ὁμαιμονεστέραις, ις erasis, in textu) L. — 26 ἑρκίου etiam in textu L.)
    241

    490 τοῦδε βουλεῦσαι τάφου λείπει ἡ περί.

    492 ἐπήβολον φρενῶν: κυρίαν τῶν φρενῶν καὶ ἑστῶσαν ἐν αὐτῇ.

    493 φιλεῖ δʼ ὁ θυμός: εἴωθεν ἡ ψυχὴ τῶν λάθρᾳ τι κακὸν τεχνωμένων προαλίσκεσθαι καὶ ἑαυτὴν ποιεῖν καταφανῆ πρὶν φωραθῆναι. ἄλλως. τῶν λάθρᾳ τι κακὸν βουλομένων δρᾶν ὁ θυμὸς προκλέπτεται καὶ περὶ τὴν κατάστασιν τοῦ σώματος ἔνδηλόν τι γίνεται τὸ κατηγοροῦν τῆς πράξεως αὐτῶν.

    495 μισῶ γε μέντοι: μισῶ τὸν ἁμαρτάνοντα καὶ ἐπικοσμοῦντα τὴν ἁμαρτίαν αὐτοῦ· τοῦτο δέ φησιν ὅτι ἀλοῦσα ἡ Ἀντιγόνη ἔφασκε τῷ θείῳ νόμῳ ἐπαρκεῖν.

    499 τῶν σῶν λόγων διὰ τούτου τὸ κήρυγμα τοῦ Πολυνείκους αἰνίττεται.

    503 κατέσχον ἀντὶ ἔσχον.

    506 ἀλλʼ ἡ τυραννὶς πολλά: οὐκ ἐν ἐπαίνῳ τοῦτο τῆς τυραννίδος ἀλλʼ ἔχει τι εἰρωνείας ὁ λόγος.

    508 σὺ τοῦτο μούνη: σοὶ μόνῃ τοῦτο δοκεῖ δίκαιον εἶναι, ταφῆναι τὸν Πολυνείκη.

    509 σοὶ δʼ ὑτίλλουσι στόμα. γιγνώσκουσι καὶ οὗτοι, διὰ δὲ σὲ τὸ στόμα συστέλλουσι καὶ σιωπῶσιν· ἢ στρέφουσι τοὺς διὰ τοῦ στόματος λόγους.

    510 τῶνδε χωρὶς εἰ φρονεῖς ἀντὶ παρὰ τούτους Fol. 55 b φρονοῦσα.

    514 τιμᾷς ἀντὶ τοῦ νέμεις.

    517 οὐ γάρ τι δοῦλος ἀπὸ κοινοῦ τὸ ὤλετο.

    οὐ γάρ τι δοῦλος ἀλλʼ ἀδελφός. οὐ τοιοῦτός ἐστιν ὁ ἀπολόμενος ὥστε εἰς χάριν τοῦ Ἐτεοκλέους ἐᾶσαι αὐτὸν ἄταφον· οὐ γὰρ τοσοῦτον αὐτοῦ ὑπερβέβηκεν· [*](7 κακὸν addidi. — 12 ἔφασκε] v. 450 sqq. — 13 τούτου addidi. — 20 ἰπίλλουσι (ut in textu))

    242
    οὐ δεῖ οὖν σκοπεῖν εἴ τι ἐκείνῳ ἀποθύμιον ποιῶ ἀλλʼ εἰ κοινῆς τῆς φύσεως ἔλαχον.