Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

413 ἐπιρρόθοις λοιδόροις, ὑβριστικοῖς.

[*](5 ἄνω] v. 275. κληρώσας] κληρωθείς? — 15 fragm. CLVI (II p. 226). — 21 δάκρυσι μυδαλέα] Electr. v. 167; μυδαλέον L.)
239

418 τυφὼς λέγεται ὁ καταιγιδώδης ἄνεμος· Ἡσίοδος [*](Fol. 54 b) ἐκ δὲ Τυφωέος ἔστʼ ἀνέμων μένος ὑγρὸν ἀέντων· σκηπτὸς δὲ λέγεται πᾶν πνεῦμα θυελλῶδες ὅταν συνερείδῃ τῇ γῇ καὶ πάλιν ἄνω αἴρῃ, τὸ δὲ τοιοῦτο καὶ στρόβιλόν τινες καλοῦσι παρὰ τὸ στροβεῖν.

οὐράνιον ἄχος; τὸ λυποῦν τὸν αἰθέρα καθὸ ταράσσει αὐτόν.

ἀντὶ τοῦ κόνιν.

τὸν τυφώνιον ἄνεμον.

421 εἴχομεν ἀντὶ τοῦ ἀντείχομεν πρὸς τὴν κόνιν.

423 τὸ φιλόστοργον τῆς κόρης διὰ τούτων ὁρᾶται· θάψασα γὰρ οὐκ ἠμέλησε δακρύων καὶ θρηνημάτων.

426 ψιλὸν γυμνὸν τῆς κόνεως.

427 κακὰς πικράς.

429 διψὰν ἐκφέρει γράφε διψίαν φέρει.

ξηράν.

430 πρόχου προχόου.

431 στέφει κοσμεῖ, κύκλῳ περιρραίνει.

432 ἱέμεσθα ἐπορευόμεθα, ὡρμῶμεν.

433 οὐδὲν ἐκπεπληγμένην ἀντὶ τοῦ οὐ περίφοβον.

436 ὁμολογούσης αὐτῆς ἡδέως καὶ ἀλγεινῶς ἤκουον.

438 φίλους φησὶ διὰ τὸ εἶναι τὴν Ἀντιγόνην τοῦ βασιλικοῦ γένους.

439 οὐδὲν γὰρ προκρίνω τῆς ἐμῆς σωτηρίας.

444 πρὸς τὸν ἄγγελόν φησιν ὁ Κρέων.

ᾗ ὅπου.

450 ἡ Δίκη, φησί, καὶ ὁ Ζεὺς ὥρισαν ὥστε θάπτεσθαι τοὺς νεκρούς· εἰ οὖν ἦσαν αὐτοὶ τοῦτο ἀποκηρύξαντες [*](2 ὁρμῶμεν L, corr. Lasc.)

240
καὶ κελεύσαντες μὴ θάπτεσθαι τὸν νεκρὸν ἐπείσθην ἂν αὐτοῖς· θέλει δὲ εἰπεῖν ὅτι ἀπὸ τῆς φύσεως δίκαιον ἥγημαι θάπτειν τὸν ἀδελφόν.

454 ὥστ᾿ ἄγραπτα τινές φασι τὰ γραπτά· οὐ γὰρ ἄγραφοι τῶν θεῶν οἱ νόμοι.

456 οὐ γάρ τι σήμερον, φησί, ταῦτα ἐγένετο ἀλλʼ ἔστιν ἀΐδια καὶ ἀρχὴν αὐτῶν οὐδεὶς οἶδεν.

458 τούτων ἐγὼ ἀντὶ ὑπὲρ τούτων ἐγώ.

461 προὐκήρυξας τὸν θάνατον.

τοῦ χρόνο τοῦ εἱμαρμένου δηλονότι.

[*](Fol. 55 a )