Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

250 στύφλος σκληρά.

251 ἀρρώξ: μὴ ἐσχισμένη.

ἐπημαξευμένη ἐσκαμμένη.

252 ἀλλʼ ἄσημος οὑργάτης τις ἦν: ὁ τοῦτο ἐργασάμενος ἄγνωστος ἦν· ἐκπλῆξαι δὲ αὐτὸν βούλεται ὡς ὅτι ἔκ τινος τῶν κρειττόνων γέγονεν.

255 ἠφάνιστο ἀφανὴς ἦν.

τυμβήρης μὲν οὒ λεπτὴ δʼ ἄγος: οὐ κατὰ βάθος τεθαμμένος ἀλλʼ ὡς ἔχει ἐπιβεβλημένη ἦν ἡ ἄμμος· [*](13 κελεύων * * εἰπεῖν L. — 19 ad δικέλλης v. 250 adscriptum in L, correxi. — 21 ἀρὼξ ut etiam in textu L. — 27 βάθος] ἦν addit Lasc. — 28 ἔχει] h. e. ἔχεε (Pausan. IX, 30 κατέχει ὕδωρ. X, 10).)

231
τοῦτο δὲ ἐποίησεν ὁ θάψας νόμου χάριν· οἱ γὰρ νεκρὸν ὁρῶντες ἄταφον καὶ μὴ ἐπαμησάμενοι κόνιν ἐναγεῖς εἶναι ἐδόκουν· ὥσπερ οὖν τὸ τῆς ἀσεβείας τις ἔγκλημα φεύγων λεπτὴν κόνιν ἐπιχέει τοῖς νεκροῖς οὕτως οὖν καὶ ἐπάνω τοῦ Πολυνείκους· καὶ τοῦτο δὲ ἡ Ἀντιγόνη καθαρσίων ἕνεκα πεποίηται· λόγος δὲ ὅτι Βουζύγης Ἀθήνησι κατηράσατο τοῖς περιορῶσιν ἄταφον σῶμα.

260 φύλαξ ἐλέγχων φύλακα: ἐπεὶ ἐκ διαδοχῆς αἱ φυλακαὶ γίνονται ἠποροῦμεν εἰς τὴν τίνος φυλακὴν ἐγεγόνει.

262 εἷς γάρ τις ἦν ἕκαστος: ἕκαστος μὲν γὰρ τὸν πλησίον ἐδόκει πεπραχέναι ἀκριβῶς δὲ αὐτὸν κατελέγχειν οὐκ ἡδύνατο.

264 ἦμεν δʼ ἕτοιμοι καὶ μύδρους: σίδηρον πεπυρακτωμένον· εἰώθασι γὰρ οἱ ὀμνύοντες ταῦτα ποιεῖν· μύδρους γὰρ αἴροντες ἐπαρῶνται μένειν τὰ ὅρκια ἕως αὐτοὶ φανῶσι καὶ ῥίπτουσιν αὐτοὺς εἰς θάλασσαν ὅπως οὖν αἰώνια τὰ ὅρκια ὑπάρχῃ ὡς καὶ Καλλίμαχος

  • Φωκαέων μέχρις κε μένῃ μέγας εἰν ἅλι μύδρος·
  • καὶ τὸ πῦρ δὲ διαπορευόμενοι ὤμνυον. ἄλλως: ἕτοιμοι ἦμεν πάσας βασάνους ὑπομένειν πρὸς ἔλεγχον· εἰώθασι δὲ οἱ ὀμνύοντες καὶ πίστεις διδόντες μύδρους βαστάζειν καὶ πῦρ ὑπερβαίνειν· τοὺς γὰρ μὴ ἐνόχους τῷ ἁμαρτήματι ᾤοντο καὶ ἐν τούτοις μὴ ἀλγεῖν.

    μύδρος. πεπυρακτωμένος σίδηρος· τοῦτο μέχρι τῆς σήμερον οἱ Ῥωμαῖοι ποιοῦσιν Ἑλληνικῶς πλανώμενοι καὶ ἐν ἄλλοις πλείστοις.

    [*](2 ἐναμησάμενοι L, corr. Br. — 4 οὖν inclusi — 18 οὖν] ἂν Br. — 19 fragm. 209; cf. Herodot. I, 165. Φωκαίων Ernestius, Φωκαιέων Heckerus. εἰν ἅλι] εἰνάλιος L, corr. Lasc.)
    232

    ἔχειν αἴρειν.

    266 τῳ τινί.

    [*](Fol. 53 a)

    268 τὸ ἑξῆς, ὅτε δὲ ἐρευνῶσιν ἡμῖν οὐδὲν πλέον τέλος ἐφαίνετο.

    275 πάλος καθαιρεῖ; ἀντὶ καταλαμβάνει ὥστε ἀπαγγεῖλαί σοι· ἐπειδὴ εἰς τὰ ἀγαθὰ κλήρους βάλλουσιν ἐν ἤθει τοῦτό φησι· καὶ εὔκληροι γάρ τινες λέγονται.

    279 ἡ ξύννοια βουλεύει ἡ σύννοιά μοι βούλεται καὶ οἴεται μὴ καὶ θεήλατόν ἐστι τὸ πρᾶγμα.

    280 μεστῶσαι πληρῶσαι.

    281 ἐναντίον γὰρ ἡ ἄνοια τῷ γήρᾳ.

    285 ἀμφικίονας τοὺς ἀμφοτέρωθεν ὑπὸ κιόνων βασταζομένους ναούς.

    290 ἐρρόθουν ὕβριζον. ἠρέμα ψιθυρίζοντες ὕβριζόν με.

    291 κρυφῇ κάρα: οἷον μὴ πειθόμενοι τοῖς ἐμοῖς κηρύγμασι μόνον συνῄνουν μοι, οὐχ οὕτως διακείμενοι.

    292 λόφον δικαίως εἶχον ἡ μεταφορὰ ἀπὸ τῶν ὑποζυγίων τῶν μὴ βουλομένων ὑπὸ τὸν ζυγὸν εἶναι· ταῦτα, φησίν, ὑπʼ ἐκείνων πράττεται τῶν μὴ βουλομλένων λάθρᾳ σαλεῦσαι τὴν ἡμετέραν ἀρχήν.

    293 ἐκ τῶνδε τούτους ἐξεπίσταμαι: ἀπὸ τούτων, φησί, τῶν δυσαρεστούντων μου τοῖς κηρύγμασιν οἱ φύλακες μισθὸν λαβόντες ἔθαψαν τὸν νεκρόν.

    294 παρηγμένους ἠπατημένους.

    295 γνώμη.

    σημείωσαι περὶ φιλαργυρίας.