Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

212 λείπει τὸ μὴ θάπτειν ἢ θάπτειν.

213 ἀντὶ τοῦ ἔξεστί σοι ὅπως θέλεις νομοθετεῖν.

215 σκοποί: φύλακες· ἀντὶ τοῦ μελέτω ὑμῖν ἡ φυλακὴ τῶν εἰρημένων.

216 τοῦτο: τὸ φορτίον· τὸ δὲ πρόθες ἀντὶ τοῦ πρόσθες· χρῶνται γὰρ τῇ πρὸ ἀντὶ τῆς πρός.

219 λείπει ἡ διά, διὰ τὸ μὴ ἐπιτρέπειν μηδὲ συγχωρεῖν τοῖς ἀπειθοῦσιν· ἔλεγον δὲ καὶ τὴν πειθὼ πίστιν.

221 ὁ μισθός γ᾿ οὗτος ὁ θάνατος δηλονότι.

[*]( Fol. 52 b)

222 ἄνδρας τὸ κέρδος: ἕνεκα κέρδους ἔνιοι καὶ τοῦ θανάτου καταπεφρονήκασιν· οἷον ὑπʼ ἐλπίδων τοῦ διαφυγεῖν καὶ τοῖς ἐπικινδύνοις ἔργοις ἐπιχειροῦσιν· οὐ γὰρ προσεδόκα τινὰ τῶν οἰκείων τοῦτο ποιήσειν· θήλειαι γὰρ ἦσαν.

223 ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕπο: οὐ τοῦτο λέγω, ὅτι μετὰ σπουδῆς ἀσθμαίνων πρὸς σὲ πεπόρευμαι· πολλάκις γὰρ ἐπιστὰς ἐλογισάμην πότερον ἔλθω πρὸς σὲ ἢ μή.

225 ἐπιστάσεις ἐνστάσεις.

226 ἀναστροφὴν ὑποστροφήν.

228 ταῦτα ἡ ψυχή μου παρῄνει.

οἷ ἀντὶ τοῦ οὗπερ.

230 οὐκ ἀλγυνῇ; οὐ τιμωρηθήσῃ;

231 βραδὺς γράφε ταχύς, καίτοι ταχὺς ὢν βραδέως ἤνυον τὴν ὁδόν.

234 σοί, κεἰ τὸ μηδὲν ἐξερῶ: καὶ εἰ μηδέν σοι τερπνὸν λέξω· ἢ οὕτω, καὶ εἰ τὸ μηδέν σοι μέλλω λέγειν· καὶ γὰρ ἐκ τοῦ εἰπεῖν καὶ σιγῆσαι οὐδὲν ἄλλο λείπεται ἢ θανάτῳ με κολασθῆναι· ἀκόλουθον δὲ καὶ

230
τὸ ἑξῆς διανόημα, ἐλπίζω γὰρ ὅτι οὐδὲν ἄλλο πάθοιμι ἢ τὸ μόρσιμον ὥστε οὐδέν μοι χεῖρον ἀποβήσεται ἐκ τοῦ εἰπεῖν.

235 τῆς ἐλπίδος γὰρ ἔρχομαι: ὑπὸ γὰρ τῆς ἐλπίδος νενικημένος ἐλήλυθα· ἢ οὕτως, ἀντειλημμένος τῆς ἐλπίδος ἐλήλυθα.

241 κἀποφάργνυσαι κύκλῳ κύκλῳ σαυτὸν ἀσφαλίζῃ ἢ αὐτὴν τὴν πρᾶξιν.

244 οὔκουν ἐρεῖς ποτʼ εἶτʼ ἀπαλλαχθείς: τοῦ ἀγγέλου περιπλέκοντος τὸν λόγον καὶ εὐλαβουμένου σημῆναι τὸ πραχθὲν ἐπιθυμῶν ὁ Κρέων ἀκοῦσαι εὔελπιν αὐτὸν ποιεῖ ἐς ὅτι οὐδὲν πείσεται· οὐ γὰρ ἀπειλεῖ κελεύων εἰπεῖν ἀλλά φησιν ὅτι δηλώσας τὸ πρᾶγμα ἄπιθι ἀθῷος· δίδωσιν οὖν καὶ ἀνδράσι βασιλικοῖς τὸ ψεύσασθαι διὰ τὸ χρήσιμον.

246 διψίαν ξηράν.

247 κόνιν παλύνας: βαλὼν ἢ λεπτύνας τὴν λεγομένην χυτὴν γῆν.

249 γενῇδος πελέκεως, ἀξίνης.