Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

159 σύγκλητον: σύγκλητον λέσχην τὴν συγκληθεῖσαν ἐξαίφνης ὁμιλίαν ἐπειδήπερ μεταπεμψάμενος τοὺς ἐντίμους εἰς ἐκκλησίαν συνήγαγεν.

161 προὔθετο λέσχην ἀντὶ ὁμιλίαν συνεκρότησεν.

162 πέμψας μεταστειλάμενος.

163 πολλῷ σάλῳ τροπικῶς ὡς ἐπὶ νεώς.

164 ὑμᾶς δʼ ἐγὼ πομποῖσιν: διὰ τῶν πομπῶν ὑμᾶς μετεκαλεσάμην χωρὶς ἀπάντων, ἐξαιρέτως πρὸς ὑμᾶς μόνον ἀπεστάλη· ὁ δὲ λόγος ἐστὶ μὲν καὶ σημαντικὸς τοῦ πράγματος ἐστὶ δὲ καὶ τεχνικός· ἐγκωμιάζει γὰρ πρῶτον αὐτούς, ἀναγκαῖον δὲ τῷ παριόντι πρῶτον ἐπὶ πολιτικὴν ἀρχὴν εὔνους ἑαυτῷ καταστῆσαι τοὺς ὑπηκόους· μετεπεμψάμην οὖν, φησίν, ὑμᾶς εἰδὼς ὅτι ἄνωθεν πρὸς Λάιον καὶ Οἰδίποδα εὐνοῖκῶς εἴχετε, ὡς δήπου καὶ πρὸς αὐτὸν τοιούτων φανησομένων· δηλοῖ δὲ διὰ τούτων καὶ τὴν ἡλικίαν τῶν κατὰ τὸν [*](12 λέσχην in rasura vocabuli λέγει. — 20 ἀπεστάλη] h. e. ἀποστολὴ (πομπὴ) ἐγένετο. — 26 τοιούτων] τούτων L, corr. Lasc.)

228
χορὸν γερόντων καὶ ἔτι ἄνωθεν ἀπὸ Λαΐου ὄντας ἐν πολιτείᾳ.

165 τοῦτο μέν: πρῶτον μέν.

167 τοῦτο: δεύτερον δέ.

174 κατʼ ἀγχιστεῖα: οὐδετέρως κατʼ οἰκειότητα, κατὰ συγγένειαν.

[*](Fol. 52 a)

175 γνώμη.

οἱ μὲν Χίλωνι ἀνατιθέασι τὴν γνώμην οἱ δὲ Bίαντι ὅτι ἀρχὴ ἄνδρα δείκνυσι.

179 δέον γὰρ καὶ ἀρίστων βουλευμάτων ἅπτεσθαι καὶ παρρησιάζεσθαι ἐν αὐτοῖς μὴ ἀποδειλιῶντα.

181 καὶ πρὶν ἄρξω καὶ νῦν ὅτε ἐπὶ τὴν ἀρχὴν ἐλήλυθα.

187 οὐκ ἂν κτησαίμην φίλον τῆς ἐμῆς πόλεως δυσμενῆ· τοῦτο δὲ εἰς Πολυνείκην συντείνει. χθονὸς πόλεως.

189 ἥδ᾿ ἡ πόλις δηλονότι.

190 πλέοντες πορευόμενοι.

ἀπὸ τῶν νεῶν ἡ μεταφορά.

192 ἀδελφά: ἴσα, ὅμοια· μέλλων δὲ περὶ ἀπεχθοῦς κηρύγματος λέγειν μακροτέρῳ χρῆται τῷ λόγῳ· καὶ πρῶτον μὲν ἐγκωμιάζει τὸν Ἐτεοκλέα ὕστερον δὲ ἐλέγχει τὸν Πολυνείκη καὶ δείκνυσιν αὐτὸν μίσους ἄξιον καὶ τῆς τοιαύτης τιμωρίας.

195 δορὶ χε (ρί).

200 φυγὰς κατελθὼν ἀπο φυγῆς κατελθών.

202 κοινοῦ: ἀντὶ τοῦ ἐμφυλίου· ἢ τοῦ ἀδελφικοῦ αἵματος· παροξυντικὰ δὲ λίαν ταῦτα τῶν ἀκουόντων.

[*](1 καὶ ἔτι] ὡς ἔτι Lasc. ὄντας] ὄντες L, corr. M. Schmidt. — 4 τοῦτο δέ: δεύτερον L, correxi. — 12 ἄρξαι L, corr. Elmsl. — 14 κτήσαιμι L, corr. Elmsl.)
229

206 ἐδεστόν: βρωτόν.

210 ἔκ γ᾿ ἐμοῦ γράφε ἐξ ἐμοῦ.