Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1121 κόλποις: ἀντὶ τοῦ πεδίοις.

Βακχεῦ Βακχᾶν τῶν Βακχῶν Βακχευτά.

[*](8 βλαβῆναι] πάρεστι addit Lasc.; lacunam indicavit M. Schmidtius. — 21 λύαιον L, correxi.)
270

1122 μητρόπολιν τὴν πόλιν τῆς μητρός σου.

1124 παρὰ τὸν τόπον ἐν ἐσπάρησαν οἱ ὀδόντες τοῦ δράκοντοςʼ.

1126 σὲ ὁρᾷ ὁ λαμπρὸς καπνὸς ἀντὶ τοῦ σοὶ θυσίαι κατὰ Παρνασσὸν γίνονται· ἢ παῤ ὅσον αὐτόματον πῦρ ἐκεῖσε ἀναδίδοται.

διλόφου πέτρας τοῦ Παρνασσοῦ· τοιοῦτο γάρ ἐστι τὸ ὄρος.

1127 στέροψ. ἡ λαμπρά.

1128 Κωρύκιαι αἰ Παρνασσίδες· Κωρύκιον γὰρ ἄντρον ἐν Παρνασσῷ.

1130 Κασταλίας πηγὴ ἐν Παρνασσῷ.

[*](Fol. 62 a)

1131 Νύσσα Φωκίδος ὄρος· εἰσὶ δὲ καὶ ἄλλαι πολλαὶ Νύσσαι.

1132 κισσήρεις κισσοφόροι.

1133 χλωρά τʼ ἀκτὰ ἢ τὸ ἐν Εὐβοίᾳ φησὶν ἄλσος ἢ τὸ ἐν Παρνασσῷ· ἐν ἀμφοτέροις γὰρ τοῖς τόποις ἡ ἄμπελος ἣ καθ᾿ ἑκάστην ἡμέραν περὶ μὲν τὴν ἕω βότρυας φέρει περὶ δὲ τὴν μεσημβρίαν ὄμφακας, ἐτρυγᾶτο δὲ πεπανθεῖσα περὶ τὴν ἑσπέραν.

1135 εὐαζόντων: ὑμνούντων, μετὰ εὐφημίας εὐοῖ λεγόντων ὅς ἐστιν ὕμνος Διονύσου.

1136 ἐπισκοποῦντʼ ἀγυιὰς γράφε ἐπισκοποῦντα γυίας.

1137 τὰν ἥν.

1139 κεραυνίᾳ κεραυνοβλήτῳ.

1142 μολεῖν λείπει θέλησον· ἢ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ.

[*](13 ἄλλαι] Euboica, Thracia, al. — 18 ἣ καθʼ ἑκάστην ἡμέραν κ. ἑ.] cf. Sophocl. fr. 235. — 21 ἑὐοἱ L.)
271

1143 Παρνησίαν ὑπὲρ κλιτὺν ἀντὶ Παρνησίας ἀπὸ κλιτύος.

1145 ἢ στονόεντα πορθμόν: ἢ στονόεντος διὰ πορθμοῦ· καὶ ὁ ποιητὴς

  • ὁ δʼ ἔστενεν οἴδματι θύων·
  • στονόεντα δὲ τὸν ἠχώδη διὰ τὰ κύματα· πορθμὸν δὲ ἔνιοι τὸν ἀπʼ Εὐβοίας εἰς Βοιωτίαν, οἱ δὲ τὴν Σικελικὴν θάλασσαν.

    οἷον διὰ γῆς ἢ διʼ ὑγρᾶς.

    1146 ἰὼ πῦρ πνεόντων χοραγέ: τῶν πυρπνόων ἄστρων χορηγέ· καὶ γὰρ αἰθέριος τιμᾶται ὡς καὶ Εὐριπίδης ἐν Βάκχαις φησὶν αὐτὸν ἐν αἰθέρι κατοικεῖν.

    ἄλλως. χοραγὲ τὸν χορὸν ἄγων· ἢ τῶν ἄστρων χορηγέ· κατὰ γάρ τινα μυστικὸν λόγον τῶν ἀστέρων ἐστὶ χορηγός.

    1147 καὶ νυχίων φθεγμάτων: τῶν ἐν νυκτὶ εὐφημιῶν καὶ ὕμνων· ἐν νυκτὶ γὰρ αἱ Διονυσιακαὶ χορεῖαι γίνονται ὅθεν καὶ νυκτέλιος· καὶ Εὐριπίδης νύκτωρ τὰ πολλά· σεμνότητʼ ἔχει σκότος.

    1151 περιπόλοις. ταῖς ἱερείαις, ταῖς σαῖς ἀκολούθοις· καὶ ἐν Νάξῳ γὰρ τιμᾶται ὅτι ἐκεῖ τῇ Ἀριάδνῃ συνεγένετο.