Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1078 φανεῖ δείξει.

χρόνου τριβή: ἀντὶ τοῦ ἀναβολή.

1079 ἀνδρῶν γυναικῶν λείπει ὁ καί, καὶ γυναικῶν.

1080 ἢ Θηβαίοις ἐχθραὶ ἢ τοῖς θεοῖς· αἱ πόλεις δέ, φησίν, ὧν ἄρχεις ἐπαναστήσονταί σοι.

1081 καθήγισαν μετὰ ἄγους ἐκόμισαν.

[*](Fol, 61 b)

1083 ἑστιοῦχον ἐς πόλιν τὴν ἔχουσαν ἑστίαν καὶ βωμούς.

ἀντὶ τοῦ ἐπὶ τὴν ἑστίαν τῆς πόλεως.

1084 τοιαῦτα κατὰ τῆς καρδίας σου τοξεύματα ἀφῆκα μετὰ θυμοῦ· ἢ τῷ θυμῷ τῆς καρδίας σου· λείπει δὲ ἡ κατά.

[*](4 βάλλων L. — 9 ἄνω delevi — 14 Oed. Tyr. v. 80. τύχῃ] ψυχῆ L.)
269

1086 θάλπος. τὴν δριμύτητα, τὸν ἐμπρησμόν, τὸν ἰόν· θάλπος γὰρ τὸ καῦμα, ἐκ μεταφορᾶς δὲ τῶν ἑρπετῶν· ἐκεῖνα γὰρ θερμαινόμενα τὸν ἰὸν ἀφίησι διὸ καὶ ἐν θέρει μᾶλλον ἰσχύουσιν.

1092 ἀντὶ τοῦ ἀπὸ νεότητος ἄχρι γήρως.

1094 λακεῖν φθέγξασθαι.

1096 τὸ μὲν ὑποχωρεῖν δεινὸν τὸ δὲ ἀντιστάντα βλαβῆναι ---

1103 συντέμνουσι συντόμως κατακόπτουσι καὶ βλάπτουσι.

1105 μόγις μεθίσταμαι τῆς προτέρας γνώμης.

1106 δυσμαχητέον περιττεύει τὸ δυς.

1107 δρᾶ ἀντὶ τοῦ δρᾶσον.

1110 ἐπόψιον φανερὸν διὰ τὸ ὕψος, φησὶ δὲ τὸν τάφον.

1111 δοκήσει μετεστράφην.

1113 δέδοικα, φησί, μὴ οὐκ ἔστι καλὸν τὸ νομοθετεῖν καινὰ ἀλλʼ ἄριστόν ἐστι τὸ πείθεσθαι τοῖς ἀρχαίοις νόμοις.

1115 πολυώνυμε Διόνυσε· οἱ μὲν γὰρ Βάκχον οἱ δὲ Ἴακχον οἱ δὲ Λυαῖον οἱ δὲ Εὔιον οἱ δὲ Διθύραμβον αὐτὸν καλοῦσιν.

1119 Ἰταλίαν διὰ τὸ πολυάμπελον τῆς χώρας.

1120 παγκοίνοις ἐν οἷς πάντες συνάγονται διὰ τὰς πανηγύρεις· ἢ διὰ τὸν τὴν θεὸν πάντας τρέφειν ἢ ὅτι κοινὰ τὰ μυστήρια Δήμητρος καὶ Διονύσου.