Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

952 σκόπει δοκίμαζε.

957 σημήνας γράφε σημάντωρ.

958 ἠθικῶς φησιν ὁ ἄγγελος οὐχ ὡς ἀπὸ τούτων λων ἄρξασθαι ἀλλ᾿ ἀπὸ τῶν ἡδέων.

960 νόσου ξυναλλαγῇ κοινωνίᾳ νόσου ἀντὶ ὑπὸ δου,

961 ἡ τυχοῦσα πρόφασις ἐξαρκεῖ ὥστε τὸ παλαιὸν μα ἐξενεγκεῖν τοῦ βίου.

εὐνάζει κατακοιμίζει.

963 τοῦτο ὁ ἄγγελός φησιν ὡς παραμυθούμενος ι μακραίων ἀπέθανεν καὶ οὐ δεῖ ἐπʼ αὐτῷ ἀπολοόρεσθαι.

966 ὧν ὑφηγητῶν ὑφʼ ὧν μαντείαν δεχόμενος, ν ὀρνεοσκόπων καὶ μάντεων.

968 κεύθει: ἀντὶ κεύθεται, κρύπτεται· καὶ ἐν ντιγόνῃ

μητρὸς δʼ ἐν Ἅιδου καὶ πατρὸς κεκευθότων.

ἐγὼ δʼ ὅδʼ ἐνθάδε: ἐγὼ ὁ ἐνταῦθα ὢν οὐκ ἔλαβον [*](3 τῆς] sc. ἀγγελίας. — 4 πάλιν] v. 857. — 27] v. 911. κευθότοιν (ut in textu L.) G.)

201
δόρυ ἵνα αὐτὸν ἀποκτείνω εἰ μή τις εἴποι ὅτι τάχα διὰ τὸν ἐμὸν πόθον ἀπέθανεν.

970 οὕτω δʼ ἂν θανὼν εἴη ξ ἐμοῦ: τοῦτο ὡς ἐπιμωκώμενός φησι, δῆλον δὲ ἐκ τῶν ἑξῆς· ὁ γὰρ Πόλυβος τὰ παλαιὰ θεσπίσματα, φησί, παραλαβὼν μηδενὸς ἄξια κεῖται παρὰ τῷ Ἅιδῃ.

976 περὶ τοῦ λείποντος εὐλαβεῖται, τοῦ μιχθῆναι τῇ μητρί.

λέχος λέκτρον.

977 ᾧ τὰ τῆς τύχης: ᾧ ἡ τύχη δεξιῶς ἔχει ἀντὶ τοῦ τῆς ἀγαθῆς τύχης ἐπικρατούσης.

978 πρόνοια πρόγνωσις.

979 καλὸν τὸ ζῆν ἀφελῶς.

986 ὀκνεῖν φοβεῖσθαι.

987 ὄψις καὶ τεκμήριον τοῦ μὴ τὰ κατὰ τὴν μητέρα ἀποβήσεσθαι ἡ πατρὸς τελευτή.

1005 τοῦτʼ διὰ τοῦτο.

[*](Fol. 44a)

1006 πρὸς δόμους εἰς Κόρινθον.

1008 καλῶς: ἀντὶ περιφανῶς.

1014 ἆῤ οἶσθα ὅτι ἀδίκως εὐλαβῇ;

1015 γεννητῶν τῶν γεγεννηκότων.