Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

899  Ἀβαὶ τόπος Ἀυκίας ἔνθα ἱερόν ἐστιν Ἀπόλλωνος.

900 Ὀλυμπίαν ἢ διὰ τῶν σημείων ὅτι καὶ ἐκεῖ μαντεύονται ὡς καὶ Πίνδαρος ἢ ἐπὶ τῶν πανηγύρεων ὅτι καὶ τῶν τοιούτων ἀφέξομαι εἰ μὴ ταῦτα φανερωθῶσιν.

901 εἰ μὴ ταῦτα, τὰ τῶν χρησμῶν, ἢ τὰ λεχθέντα ὑπὸ Ἰοκάστης φανερὰ καὶ κατάδηλα γένηται οὐκέτι τιμήσω θεούς.

[*](3 καὶ 〈ὑπερηφανίας〉 ἐπί? ταῦτα] τα αὐτὰ L, correxi. — 8 ἀσέπτων καὶ om. G. — 12 interpretamentum est in L; ἢ πονεῖν Dind., πανηγυρίζειν schol. rec. II p. 168, 9, πανηγύρεις ἱστᾶν τοῖς θεοῖς Monacensis 500. — 18] post Ἀπόλλωνος scripta in L separavit Bergkius. σημείων] σαμίων L, corr. G; Pind. Ol. VI, 5: εἰ δʼ εἴη μὲν Ὀλυμπιονίκας βωμῷ τε μαντείῳ ταμίας Διὸς ἐν Πίσᾳ, VIII, 2: Οὐλυμπία — ἵνα μάντιες ἄνδρες ἐμπύροις τεκμαιρόμενοι (═ διὰ τῶν σημείων μαντεύονται schol.; cf. schol. v. 21) παραπειρῶνται Διός; v. Bergk. fragm. incert. 256 (I p. 372). — 21 τὰ add. G.)
198
[*](Fol. 43a)

906 φθίνοντα γάρ: ἀντὶ τοῦ παλαιά, παρεληλυθότα. γράφε φθίνων ἵνʼ ᾖ μὴ λάθοι σε ὁ Λάιος φθίνων ἀλλὰ δείξαις αὐτοῦ τὸν θάνατον· τὰ γὰρ περὶ Λαΐου μαντεύματα ἐκβάλλουσιν καὶ οὐ παραδέχονται τὰ παρὰ τῶν θεῶν εἰρημένα ὡς ἀληθῆ· τὸ δὲ ἐξαιροῦσιν ἀντὶ τοῦ ἀφανίζουσιν· τὰ γὰρ ἐπὶ Λαΐῳ θεσπισθέντα ἐκφαυλίζεται ὑπὸ Ἰοκάστης καὶ παραγράφεται καὶ ψευδῆ νομίζεται.

911 ἄνακτάς φησι τοὺς τοῦ χοροῦ οἷον βασιλικοὺς καὶ ἐντίμους.

914 ὑψοῦ γὰρ αἴρει: ἀντὶ μετεωρίζεται τὴν ψυχὴν καὶ ὑπερβαλλόντως ἄχθεται πάντα λογιζόμενος, αὐτὸν τὸν φόνον, τὸ τὴν γυναῖκα ἔχειν τοῦ ἀνῃρημένου, τὴν προσδοκωμένην φυγήν, τὸ μὴ δύνασθαι ἀναστρέψαι πρὸς τοὺς οἰκείους, τὸ δέος τῶν χρησμῶν.

915 οὐδʼ ὁποῖʼ ἀνὴρ ἔννους: οὐχ ὡς συνετὸς ἀνὴρ διὰ τῶν φθασάντων τὰ παρόντα γιγνώσκει· εἰ γὰρ ὁ ὑπὸ Ἀπόλλωνος δοθεὶς τῷ Λαΐῳ χρησμὸς ἠκύρωται δῆλον ὅτι καὶ ἃ νῦν ἐμαντεύσατο ὁ Τειρεσίας ψευδῆ ἐστιν.

917 ἀλλ᾿ ἐστὶ τοῦ λέγοντος: μόνοις προσέχει τοῖς τὰ δεινὰ καὶ φοβερὰ ἀπαγγέλλουσιν, τῶν δὲ παραμυθουμένων οὐκ ἀνέχεται.

919 πρός σ᾿, Λύκει᾿ Ἄπολλον: Λύκειον γυμνάσιόν ἐστιν Ἀθήνησιν ἔνθα Ἀπόλλων τιμᾶται· καὶ Καλλίμαχος

  • ἐγὼ δʼ ἤντησα Λυκείου
  • καλὸν ἀεὶ λιπόωντα κατὰ δρόμον Ἀπόλλωνος·
  • [*](3 περὶ] περι L. — 24 λύκιον L, corr Lasc. — 27 fragm. 141.)
    199
    ἄγχιστος οὖν καθὸ οὐ πόρρω τῆς Ἀττικῆς αἱ Θῆβαι· ἢ καὶ ἐν Θήβαις ὁμώνυμον ἦν γυμνάσιον Λυκείου Ἀπόλλωνος· νῦν οὖν οὐ τὸν ἐν Λυκίᾳ τιμώμενον ἀλλ᾿ ἢ τὸν ἐν Θήβαις ἢ ταῖς πλησιοχώροις Ἀθήναις τιμώμενον.

    ἄγχιστος πρὸ τῶν θυρῶν γὰρ ἵδρυτο.

    924 ἄγγελος θεράπων Πολύβου.

    ἔρχεται ἄγγελος ἀπὸ Κορίνθου ἀπαγγέλλων τὸν θάνατον Πολύβου καὶ ἀντʼ αὐτοῦ τύραννον τὸν Οἰδίποδα αἱρεῖσθαι· οὗτος δέ ἐστιν ὁ ἐκτεθέντα τὸν Οἰδίποδα εὑρὼν καὶ δοὺς Πολύβῳ.

    928 κἀνταῦθα ἔθηκεν τὸ ἀμφίβολον ὃ τέρπει τὸν ἀκροατήν.

    930 τοῦτο πρὸς τὸ

  • γυνὴ δὲ μήτηρ ἥδε τῶν κείνου τέκνων·
  • τοῦτο γὰρ τέλειον ἐν γάμῳ· ὅθεν καὶ ἐκ τοῦ ἐναντίου Ὅμηρός φησι
  • καὶ δόμος ἡμιτελής.
  • 937 ἥδοιο μέν: διὰ μὲν τὸ εὖ πράσσειν καὶ ἑτέρας ἀρχῆς ἀντιλαβέσθαι ἡσθήσεσθαί φησιν αὐτὴν ἀσχάλλειν δὲ διὰ τὸ ἀπιέναι Οἰδίπουν ἐπὶ τὰ οἰκεῖα.

    938 διπλῆν τοῦ τε ἥδεσθαι καὶ τοῦ ἀσχάλλειν.

    939 τύραννον αὐτὸν οὑπιχώριοι: πιθανῶς ὁ ἄγγελος τὰ ἡδέα πρῶτον ἀπαγγέλλει πρὶν εἰπεῖν τὰ περὶ θανάτου.

    [*](3 τιμώμενον delevit Lasc. — 6 ἵδρυστο L, corr. Elmsl.; cf. schol. Electr. v. 637. — 15] v. 928. γυνὴ δὲ μήτηρ ἥδε] γυνή τε μήτηρ τε L; γυνή τε μήτηρ θʼ ἥδε Christianus Heimreichius krit. Beitr. p. 7 secundum Maximum Planudem σχολ. Ἑρμογ. p. 389. — 18 Il. β 701; cf. schol Antig. v. 1241. — 22 καὶ τοῦ] καὶ τὸ L, corr. Elmsl.)
    200

    940 τῆς Ἰσθμίας τῆς Κορινθίας· ἐκεῖσε γὰρ ὁ θμός.

    943 ἀσμένως ἀκήκοε τῆς τοῦ θανάτου αὐτοῦ ἵνα λιν ἀνατρέψῃ τὰ μαντεύματα· οἶδεν γὰρ τὸν Οἰδίδα τοῦτο δεδοικότα.

    945 θεραπαινίδι κελεύει.

    946 παιδευτικόν τι ἔγκειται τῷ δράματι ὡς οὐ ῖ καταφρονεῖν τῶν θείων· οἱ γὰρ τοιαῦτα φθεγξάνοι μετʼ ὀλίγον φανήσονται οἷοί εἰσιν.

    947 ἵν᾿ ἐστὲ ὅπου ἐστέ.