Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

849 ἐκβαλεῖν ἀποκρύπτεσθαι ἢ ἀποστρέψαι τουτἐστιν οὐ δύναται ἀρνεῖσθαι ὁ βουκόλος.

853 φανεῖ: αὐτὸς ὁ θεράπων.

857 ὥστʼ οὐχὶ μαντείας: ὅθεν ἐγὼ χάριν τῆς [*](Fol. 42b) μαντείας οὔτε ἐπʼ ἐκεῖνα τὰ ῥήματα οὔτε ταῦτα βλέψαιμι οὔτε ἑκατέροις πιστεύσαιμι ἀλλʼ ἀπορῶ.

863 εἴ μοι ξυνείη φέροντι: εἴθε μοι συνοικοίη τὴν ἄχραντον καὶ σεβασμίαν ἀλήθειαν διασῴζοντι οἷον εἴθε μοι συνείη εὐτυχία καὶ λόγων καὶ πραγμάτων ἁγνείαν φυλάττοντι· μοῖρα δὲ εὐτυχία οἷον εἰ ἀληθεύω γένοιτό μοι καὶ εὐτυχεῖν τὸ ἀληθὲς διασῴζοντι· ταῦτα δέ φησι τὴν Ἰοκάστην αἰτιώμενος ὅτι ἀσεβῶς ἔφη ἐψεῦσθαι τὸν Ἀπόλλωνα· φέροντι οὖν τὴν εὔσεπτον ἁγνείαν τῶν λόγων καὶ τῶν ἔργων τῶν περὶ τῶν θεῶν περὶ ὧν νόμοι πρόκεινται, ἔργων καὶ λόγων· τὴν περὶ τούτων λέγοντες ἀκρίβειαν καὶ τῶν μαντειῶν ὅτι οὐδὲν αὐτοῖς ὑγιές ἐστιν.

864 μοῖρα εὐτυχία.

866 οὐρανίαν | διʼ αἰθέρα ἀντὶ ἐν οὐρανῷ τεχθέντες.

867 ὧν: νόμων τῶν ὀρθῶς ἐχόντων.

[*](1 ἐπιβαίνειν] ἐπιβῆναι pr., ἐπιβαίνειν rec. — 2 ἀθυμεῖν L, corr. Lasc. — 24 τὴν περὶ κ. ἑ.] non expedio; λέγοντι M. Schmidt. — 27 τεχθέντι L, corr. Stephanus. — 28 ὧν] lemma restitui.)
196

868 οὐδὲ ὑπὸ ἀνθρώπων εὕρηται ὁ περὶ θεῶν λόγος.

871 ἐν τοῖς νόμοις μέγας ἐστὶν ὁ θεὸς τουτέστι θεία δύναμις καὶ μεγάλη τοῖς νόμοις ἔνεστιν.

872 γηράσκει παλαιοῦται, φθείρεται.

873 ὕβρις φυτεύει τύραννον: διὰ τῆς ὕβρεως φύεται καὶ ἀνανεοῦται ὁ τύραννος καὶ ὅταν, φησί, πολλὰ διαπράξηται τότε εἰς μεγάλα ἐμπίπτει διὰ τῆς ὕβρεως ἐπαρθείς· ταῦτα μέν φησι περὶ τῆς Ἰοκάστης ὅτι ἀνεπιτήδεια λέγει περὶ τῶν θείων νόμων τὸν δὲ λόγον ποιοῦσι περὶ τῆς τυραννίδος ἵνα μὴ δόξωσιν ἐμφανῶς αὐτὴν διελέγχειν· ὁ δὲ νοῦς, ὕβρις φυτεύει τύραννον ὁπόταν πολλῶν ὑπερπλησθῇ μάτην ἅ ἐστι μὴ ἐπίκαιρα μηδὲ ἑαυτῷ ἐκείνῳ συμφέροντα· ἀσυνδέτως δὲ εἶπεν. ὕβρις, φησί, μηδὲν καίριον διαπραττομένη εἰς δύσβατον ἀκρώρειαν ἀναβιβάσασα τοὺς χρωμένους αὐτῇ κατεκρήμνισεν· ἢ οὕτως, ἀπότομον ὤρουσεν εἰς ἀνάγκην, ἥλατο εἰς τοῦτο ὥστε αὐτὸν εἰς ἀνάγκην γενέσθαι ὑφʼ ἑτέρων κρατηθῆναι.

878 ἔνθʼ οὐ ποδὶ χρησίμῳ: εἰ μὲν ἐπὶ τοῦ ὑπὸ ὕβρεως δυσσεβοῦντος ἔσται οὕτως, οὐ βαδίζει ὀρθὴν ὁδὸν οὐδὲ χρῆται τοῖς ποσὶ δεόντως εἰ δὲ ἐπὶ τοῦ ὑπὸ ἀνάγκης βιαζομένου, οὐ χρῆται τοῖς αὑτοῦ ποσίν.

ἀντὶ ἀχρήστους καὶ τὰς πορείας ποιεῖται.

881 ἀξιῶ τὸν θεὸν μὴ λῦσαι τὸ συμφέρον τῇ πόλει ἐξ οὗ κρατεῖ τῶν ἀντιπάλων.

885 δίκας ἀφόβητος τὴν δίκην μὴ δεδοικώς.

[*](1 οὐδὲ] οὔτε L, correxi. — 7 καὶ add. G, Suid. v. ὕβρις. — 8 μεγάλα] μεγάλην ἀνάγκην G, Suid.; κακὰ addit Br. — 14 μὴ] μὴδὲ L, correxi. — 15 literae τως δὲ εἷπεν ὕβρ in litura a m. rec. in L. — 17 κατεκρήμνησεν L. corr. Lasc. — 23 αὑτοῦ] αὐτοῖς L, correxi. — 24 καὶ delet Lasc.)
197

888 δυσπότμου χάριν χλιδᾶς: ἕνεκα, φησί, τῆς ἀνοσίου τρυφῆς καὶ ὑπερηφανίας· ὑπὸ τρυφῆς γὰρ καὶ ἐπὶ ταῦτα οἱ τύραννοι παραγίνονται. ὁ τοιοῦτος ἐν κακῇ εἴη μοίρᾳ ὃς μὴ ἀφέξεται τῶν ἀσέπτων ἢ ἕξεται τῶν ἀθίκτων ὅ ἐστιν ὧν οὐ χρὴ ἔχεσθαι.

890 ἔρξεται παύσεται, ἐκτὸς ἔσται.

891 ματᾴζων ματαιοφρονῶν· ἕξεται δὲ ἀντὶ τοῦ ἐπιθυμήσει τῶν ἀσέπτων καὶ ἀθίκτων.

892 τίς ἔτι τῶν ἀδίκων ἀφέξεται τῷ θυμῷ αὑτοῦ τὰς τῆς ψυχῆς κακίας ἀπελαύνων; ἢ οὕτω, τίς ἂν ἀπελάσειεν αὑτοῦ τὴν τιμωρίαν τοιαῦτα πράττων;

896 χορεύειν πονεῖν ἢ τοῖς θεοῖς.

898 οὐκέτι ἄπειμι πρὸς τὸν Ἀπόλλωνα οὐδὲ πρὸς τὸν ἄχραντον καὶ ἀπροσπέλαστον αὐτοῦ νεών.

ἄθικτον καθαρόν· πιθανῶς δὲ τὸ ἐπίθετον, οὗ οὐκ ἀπέσχετο Ἰοκάστη.