Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

628 μηδὲν ὧν ὑπονοεῖς.

ἀρκτέον γ᾿ ὅμως ἀλλὰ χρὴ βασιλεύειν.

636 ἴδια κινοῦντες κακὰ φιλονεικοῦντες.

637 οὐκ εἶ: ἀντὶ τοῦ οὐκ ἐλεύσῃ· καλῶς δὲ οὐ [*](1 τῶνδʼ] τόνδʼ] L. — 7 ἐσθλὸν addidi. — 8 σοὶ ἐπι (deletum) εὐλαβουμένῳ L. — 10] v. 613. — 20 ἧκον] ἧκεν L, correxi.)

190
πυνθάνεται τὴν αἰτίαν τῆς ἔριδος ἐκ παντὸς ἀπαλλαγῆναι αὐτοὺς βουλομένη, ἅμα δὲ καὶ ἵνα μὴ διλογία ᾖ.

640 δυοῖν ἀποκρίνας ἓν τῶν δύο ποιήσας.

644 ὀναίμην τοῦ βίου.

648 τούσδε τοὺς τοῦ χοροῦ.

649 οἷον μὴ τῇ ὀργῇ εἴκων ἀλλὰ τὰ δέοντα διασκεψάμενος. καλῶς τὸ θελήσας· πολλάκις γὰρ ἐπὶ ταῖς ὀργαῖς μεταγνῶναί τις ὀφείλων αἰδούμενος ἐμμένει τοῖς ἁμαρτήμασιν.

652 ἢ τὸν ἐν τῷ πρὶν χρόνῳ ἢ τὸν ἐν τῷ εἰρημένῳ λόγῳ (ἀπελογήσατο γάρ), νῦν δὲ μεγάλην πίστιν ἐπαγόμενον ἀπὸ τοῦ ὅρκου αἰδέσθητι.

656 ἐναγῆ φίλον γράφε ἐναγῆ φίλων· ἐναγὲς δὲ τὸ σεβάσμιον καὶ ἁγνόν· ἄγος γὰρ τὸ ἱερὸν σέβας ὅθεν καὶ τὸ

  • ἄγη μ᾿ ἔχει
  • καὶ
  • ὥς σε, γύναι, ἄγαμαι·
  • κατʼ εὐφημισμὸν δὲ καὶ τὰ μιάσματα ἄγη λέγεται οἱ μιαροὶ ἐναγεῖς καλοῦνται· ὁ δὲ νοῦς, τὸν μηδέποτε ὑπὸ φίλων ἐν ἀφανεῖ αἰτίᾳ γενόμενον ἀλλὰ καθαρὸν ὄντα δεόμεθα μὴ λόγων ἄτιμον ἐκβαλεῖν ἀλλὰ προσδέξασθαι αὐτοῦ τὴν ἀπολογίαν· ἢ ἐναγῆ τὸν ἐνεχόμενον μύσει οὕτω, δεόμεθα τὸν μηδέποτε ἐναγῆ γενόμενον εἰς φίλους μὴ ἐν ἀφανεῖ αἰτίᾳ ἄτιμον ποιήσῃς τῶν λόγων.

    [*](2 διαλογία L, corr. Lasc.; cf. schol. Ai. v. 735. — 7 καλῶς 〈δὲ〉 τό? — 11 ἀπελογίσατο L, corr. Stephanus. — 13 γρ φίλον ἐναγῆ L, corr. Suid. v. ἐναγές. — 16 Il. φ 221. — 18 Od. ζ 168. — 19 λέγεται] λέγει L, corr. Suid. — 22 λόγων] λόγον (ut in textu) L, corr. Suid. v. ἐναγῆ φίλων. — 26 τὸν λόγον L, corr. G, Suid.)
    191

    658 εὖ νυν ἐπίστω: γίνωσκε ὅτι τούτῳ συνηγορῶν ἐμὲ ἀδιτεῖς· οὐδὲν γὰρ ἄλλο ἢ ὄλεθρόν μοι ἐπάγεις εἰ παρόψομαι τὸν ἐπιβεβουλευκότα.

    660 οὐ τὸν πάντων θεῶν: ἐπὶ ὅρκον καταπέφευγεν ἐξ οὗ μάλιστα ἐδόκει πεῖσαι τὸν βασιλέα· ἥλιον δὲ ὄμνυσιν ὅτι πάντα ἑωρακὼς αὐτὸς συνῄδει τὸ πᾶν.

    663 ὅτι πύματον ἀντὶ τοῦ ἔσχατος ἀπολοίμην.

    [*]( Fol. 40b)

    666 τρύχει ψυχὰν λυπεῖ με.

    669 δʼ οὖν ἴτω: τὸ φιλόκοινον αὐτοῦ κἀνταῦθα δείκνυσιν ὡς οὐ διʼ ἑαυτὸν παρακεχωρηκότος ἀλλὰ διὰ τὴν πόλιν κἂν δέῃ αὐτὸν πεισθέντα κινδυνεῦσαι.

    ἀναχωρησάτω.

    673 στυγνὸς μὲν εἴκων δῆλος εἶ: δῆλος εἶ ὡς ἀηδῶς εἴκων, ὅταν δὲ ἐπὶ τὸ πέρας ἔλθῃς τῆς ὀργῆς τότε βαρέως οἴσεις τὸ πρᾶγμα οἷον μετανοήσεις καὶ ἄδικα ἐνθυμηθήσῃ· ἔτι δὲ ἐμμένει ὁ Κρέων τῇ αὐτῇ παρρησίᾳ ἐπιστάμενος ὡς οὐδὲν ἐσκαιώρησεν.

    677 σοῦ μὲν τυχὼν ἀγνῶτος: σοῦ μὲν μὴ ἐπισταμένου τὴν ἐμὴν προαίρεσιν οἷον ἠγνοηκότος με παρὰ δὲ τούτοις τῆς ὁμοίας δόξης ἣν καὶ πρῴην εἶχον περὶ ἐμέ.

    678 ὡς κατέγνωκεν ὁ χορὸς τοῦ Οἰδίποδος παρακελεύεται τῇ γυναικὶ εἰσάγειν αὐτόν.

    680 πιθανῶς μετὰ τὸ διηλλάχθαι αὐτοὺς ἐπιζητεῖ τὴν αἰτίαν, ἅμα δὲ καὶ ἵνα ἀρχὴ γένηται τοῦ ἀναγνωρισμοῦ.

    681 δόκησις ἀγνὼς λόγων: ὁ χορὸς ὑπὲρ ἀμφοτέρων ἀπολογεῖται, ὑπὲρ μὲν τοῦ Κρέοντος ὅτι ἐπʼ ἀδήλοις ἐγκέκληται ὑπὲρ δὲ τοῦ Οἰδίποδος ὅτι εἰκότως [*](1 νῦν (ut in textu) L. — 7 ἐσχάτως Br. — 13 εἶ ὡ *** ἀηδῶς L, corr. G. — 16 ἐνθυμηθείση L, corr. Lasc.)

    192
    ὠργίσθη ἐπὶ τοιούτοις διαβληθείς. τὸ μὴ ᾿νδικον: οἷον τὸ μὴ ἐνδίκως θρυλούμενον ὅ ἐστιν ἡ ψευδὴς διαβολὴ κἂν τὸ συνειδὸς ἐρρωμένον ᾖ.

    684 ἀμφοῖν ἀπʼ αὐτοῖν οἷον ἀμφότεροι τῆς διαφορᾶς αἴτιοί εἰσιν;