Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

372 οὐδείς ἐστιν ὃς οὐ ταῦτά σοι ὀνειδίσει ἅπερ μοι ὠνείδισας· τὸ δὲ τάχα ἀντὶ τοῦ ταχέως οἷον καὶ σὲ μετʼ ὀλίγον ἐροῦσι τυφλόν· καὶ περὶ τῆς πηρώσεως δὲ λεληθότως αὐτῷ μαντεύεται.

374 μιᾶς τρέφῃ πρὸς νυκτός: διπλοῦν τὸ διανόημα· ἤτοι ὁὖν οὕτως ὑπὸ μιᾶς νυκτὸς τῆς ἀορασίας τῆς διηνεκῶς κατεχούσης σε τρέφῃ ὡς μηδὲν διαθεῖναι κακὸν τοὺς ὁρῶντας ἢ οὕτω διὰ τὸ πηρὸν εἶναι ἐλεοῦσί σε πάντες· ἀπόχρη γάρ σοι καὶ τὸ τῆς πηρώσεως.

[*](Fol. 37b)

377 τάδʼ ἐκπρᾶξαι ἀντὶ τοῦ τὰ κατʼ ἐμὲ ἐκδικῆσαι. ἐκπρᾶξαι μέλει λείπει ἐάν με φονεύσῃς.

378 πεποίηκε τὸν Οἰδίποδα ὑπονοεῖν ἐξ ὑποβολῆς Κρέοντος ταῦτα εἰρῆσθαι ἵνα ζητοῦντος αὐτοῦ ἀφορμὴν εὔλογον ἔχῃ τὰ λοιπὰ τοῦ δράματος.

385 ὁ πιστὸς ἐν εἰρωνείᾳ.

387 μηχανορράφον: τὰ φαῦλα μηχανώμενον· μάγους δὲ ἐκάλουν τοὺς ψευδεῖς φαντασίας περιτιθέντας ἑαυτοῖς, ἀπὸ τούτου δὲ καὶ τοὺς φαρμακεῖς μάγους ἔλεγον.

388 ἀγύρτην πτωχόν, ὀχλαγωγόν.

391 ῥαψῳδός: ἡ Σφὶγξ ἡ ῥάπτουσα τὰς ᾠδάς· τὸ [*](4 ἴσον L, ἴσως G, correxi. νῦν add. G. — 5 πρὸς addidi. Τειρεσίαν add. G. ὁ Ἀγαμέμνων] Il. α 101 sqq. — 15 σοι add. G. — 20 ἔχει L, corr. Lasc — 24 ἑαυτοῖς add. Suid. v. μάγος; cf. schol. Electr. v. 62.)

183
δὲ ὄνομα τοῦ ῥαψῳδοῦ καθʼ Ὅμηρον ἢ μεθʼ Ὅμηρον ἦν· ἀνεχρόνισεν οὖν ὁ Σοφοκλῆς· κύνα δὲ αὐτὴν καλεῖ διὰ τὸ ἁρπακτικόν.

393 τοὐπιόντος τοῦ τυχόντος ἀντὶ τοῦ οὐ τοῦ τυχόντος ἦν σαφηνίσαι· διὰ τούτων δὲ αὔξει τὸ ἴδιον κατόρθωμα μεῖζον καὶ μαντικῆς καὶ πάσης ἀνθρωπίνης δυνέσεως.

398 κυρήσας ἐπιτυχών.

402 ἁγηλατήσειν: ἐὰν μὲν δασέως τὸ ἄγος ἀπελάσειν τὸ περὶ τὸν Λάιον ἐὰν δὲ ψιλῶς ἀντὶ τοῦ βασιλεύσειν.

408 ἐξισωτέον λείπει ἐμοί

409 τοῦδε τοῦ ἐξίσου λέγειν.

411 γεγράψομαι δεήσομαι· ὅρα δὲ καὶ τὴν διαφορὰν τοῦ ὀνόματος· τῷ μὲν γὰρ ἐπιφθονωτέρῳ ἐπὶ τοῦ Οἰδίποδος ἐχρήσατο, τῷ δοῦλος, τῷ δὲ εὐπρεπεστέρῳ ἐπὶ τοῦ Κρέοντος.

417 ἀμφιπλὴξ ἡ ἐξ ἀμφοτέρων ἐλαύνουσα, ἡ ἑκατέρωθεν πλήττουσα, ἔκ τε πατρὸς καὶ μητρός· δεινόπους δὲ ἡ διὰ τῶν ποδῶν δέος ἐμποιοῦσα.

420 τὸν λιμένα τίθησιν ἀεὶ ἀντὶ τόπου· τροπικῶς δὲ ἀντὶ τοῦ ποῦ οὐκ ἐλεύσῃ βοῶν;

422 ὅταν καταίσθῃ ὅταν αἰσθανθῇς καὶ νοήσῃς.

428 ἐκτριβήσεται: ἀντὶ διατρίψει ἐν τοῖς κακοῖς [*](Fol. 38a) ἢ ἀπολεῖται· ἡ μεταφορὰ ἀπὸ τῶν σμηχομένων ἀργυρῶν [*](1 ἢ μεθʼ Ὅμηρον om. G; οὐ καθʼ Ὅμηρον Schneidewinus. — 2 ἀνεχρόνησεν (corr Dind.) οὖν ὁ Σοφοκλῆς add. G. — 9 αγηλατήσειν L. μὲν add. G, Suid. v. ἀγηλατεῖν. — 12 et suo loco et alieno (post v. 407 deletum) habet L. — 13 τοῦ] τὸ L, corr Lasc. — 16 τὸ δοῦλος L, corr. G. — 18 ἐλαύνουσα] ἐλασία L, correxi ἡ] ἢ Schmidtius Did. p. 97. — 20 ποιοῦσα L, corr. Suid. v. δεινόπους et ἀμφιπλήξ. — 25 ἀργύρων L, corr. Suid. v. ἐκτριβήσεται.)

184
ἢ χαλκῶν ἢ ἄλλων τοιούτων σκευῶν ἅπερ ἐν τῷ πλύνεσθαι σφόδρα τριβόμενα ἐλαττοῦται.

434 σχολῇ ἀντὶ τοῦ βραδέως, οὐδαμῶς.

438 ἥδ᾿ ἡμέρα φύσει σε: ἀντὶ οἵων εἶ γονέων δείκνυσι· διαφθερεῖ δὲ διὰ τὴν πήρωσιν καὶ τὴν λοιπὴν τοῦ βίου ἀνατροπήν.