Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

317 ταῦτα τὰ συμβησόμενά μοι, ὅτι ἀναγκασθήσομαι λέγειν ἃ μὴ βούλομαι, τὸ ἐξελέγχειν Οἰδίποδα· ταῦτα εἰδὼς διώλεσα αὐτά· οὐ γὰρ ἂν δεῦρο ἠρχόμην.

319 ἄθυμος λελυπημένος.

321 ἐάν με ἀπελθεῖν ἐάσῃς.

323 ἀποστερῶν φάτιν μὴ λέγων τὸν χρησμόν.

324 ὁρῶ γὰρ οὐδὲ σοὶ τὸ σὸν φώνημα: οὐ γὰρ σύμφορός σοι οὐδὲ κατὰ καιρὸν ἡ ζήτησις γίνεται· ἵνα οὖν μὴ ἐκ τούτου μέμψις ἀκολουθήσῃ σιωπῶ. τὸ μὲν κατὰ λόγον ἐλλιπές ἐστι τὸ δὲ κατὰ διάνοιαν πλῆρες, ὃ δὲ βούλεται λέγειν, ὁρῶ τὸ σὸν φώνημα μὴ πρὸς καιρὸν ἐξιόν· κἀγὼ οὖν φωνὴν μὴ πρὸς καιρὸν ἀφιέναι φυλάσσομαι.

ἰὸν ἐρχόμενον.

326 μὴ πρὸς θεῶν φρονῶν: ὑποβαλόντος τοῦ Τειρεσίου ἀρχὴν ὅτι ἐπίσταται ὁ χορὸς καταλιπαρεῖ εἰπεῖν εἶτα ἀρνουμένου ἐξάγεται εἰς λοιδορίαν πρὸς αὐτὸν ὁ Οἰδίπους ὅθεν παροξυνθεὶς λέγει· ἔχει οὖν τὰ τῆς διαθέσεως ἄριστα.

[*](Fol. 37a)

328 ἐγὼ δʼ οὐ μή ποτε | τἄμ᾿ ὡς ἂν εἴπω: οὐκ ἐκφανῶ τὰ ἐμὰ ἔπη ἵνα μὴ τὰ σὰ εἴπω κακά· ἤδη δὲ τρανότερόν φησιν ὅτι τὰ αὑτοῦ κακὰ ἀποκρύπτεται.

332 ἐγώ τʼ ἐμαυτὸν οὔτε σ᾿ ἀλγύνω: ἑαυτὸν ἀλγύνειν ἔφη ἴσως ἐπιστάμενος ὅτι κακῶς ἀκούσεται [*](15 ὑπολαβόντος L, corr. Lasc. — 16 ὁ χορὸς] v. 326327 Oedipo recte tribuit L. — 17 ἐξάγεται] v. 330. 334. — 18 λέγει] v. 350 sqq. — 21 ἐμφανῶ L, correxi. — 23 ἐγώ τʼ] sic etiam in textu pro ἐγὼ οὔτʼ L. ἀλγύνω] ἀλγ (ἀλγύνῶ, circumflexu eraso, in textu) L. — 24 ἀλγύνειν] ἀλγυνειν L. κακὸς L, corr. Lasc.)

181
ὑπ᾿ αὐτοῦ ἀπιστούμενος, τάχα δὲ καὶ βουλόμενος ἀποκρύπτειν συμπεριέλαβεν ἑαυτὸν ὡς καὶ ἔμπροσθεν

τἄμ᾿ ὡς ἂν εἴπω μὴ τὰ σ᾿ ἐκφήνω κακά.

334 οὐκ, κακῶν κάκιστε: ἐν ὑπερβατῷ ὁ λόγος, οὐ λέξεις, ὦ κακῶν κάκιστε, ἀλλʼ ὧδʼ ἄτεγκτος κἀτελεύτητος φανῇ; καὶ γὰρ ἂν πέτρου φύσιν σύ γ᾿ ὀργάνειας ὅ ἐστι ταράξειας καὶ εἰς ὀργὴν ἐμβάλοις· ἀπολογεῖται δὲ περὶ τῆς ὕβρεως λέγων ὅτι καὶ πέτρου φύσιν σύ γ᾿ ὀργάνειας· ἄτεγκτος δὲ ἀντὶ τοῦ ἀσυμπαθὴς καὶ ἀδάκρυτος· τέγγειν γὰρ τὸ βρέχειν· ἀτελεύτητος δὲ δυσαξίωτος, δυσπαράκλητος, ἀμείλιχος.

341 αὐτὰ αὐτόματα.

344 τὸ θυμοῦ οὐκ ἔστι γενικὴ ἀλλὰ ῥῆμα προστακτικόν.

345 καὶ μὴν παρήσω γ᾿ οὐδέν: ὀργιζόμενος οὐδὲν σιωπήσομαι ὧν πέπεισμαι καὶ ὑπονοῶ.

347 εἰργάσθαι δʼ ὅσον | μὴ χερσί: εἰργάσθαι τὰ ἄλλα τοῦ φόνου χωρὶς τῆς ἀπὸ τῶν χειρῶν ἐνεργείας· εἰ δὲ ἔβλεπες ἐκάλουν ἄν σε καὶ φονέα αὐτόχειρα.

350 ἄληθες; ἐννέπω: λέγω σε τῷ κηρύγματι ὑπεύθυνον εἶναι τῷ ὑπὸ σοῦ εἰρημένῳ.

352 προσαυδᾶν προσφθέγγεσθαι.

354 οὕτως ἀναιδῶς ἐξεκίνησας: οἴεται αὐτὸν πλασάμενον ψεύδεσθαι· εἰκότως δὲ ἀπιστεῖται ὡς διʼ ὀργὴν εἰρηκώς, εἰ δὲ ἐπιστεύθη κατʼ ἀρχὴν ὁ μάντις τὰ ἑξῆς τοῦ δράματος ἀνῄρητο, τὰ τοῦ ἀναγνωρισμοῦ ἐν οἷς καταγέγονε μάλιστα ὁ ποιητής.

[*](3] v. 329. — 7 ἐμβάλοις] ἐκβάλειας L, ἐμβάλλεις G, corr. Suid. v. ὀργάνειας. — 17 δʼ etiam in textu pro θʼ L. — 26 τὰ add. Wunderus. ἀναγνωρισμοῦ] v. 754 et 1182 sqq.)
182

356 τρέφω ἀντὶ τοῦ ἔχω.

357 ἡ ἀπότασις φανερῶς εἰς Κρέοντά ἐστιν.

366 εὐσχημόνως ἀπήγγειλε τὸ περὶ τῆς μητρός.

368 ἴσος νῦν ἐστιν ὁ Οἰδίπους παραβαλλόμενος πρὸς Τειρεσίαν ὡς ὁ Ἀγαμέμνων πρὸς τὸν Κάλχαντα.