Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

29 δῶμα Καδμεῖον περιφραστικῶς ἡ πόλις· ἢ ἀντὶ τὰ δώματα πάντα τὰ τῆς πόλεως.

33 ἀνδρῶν δὲ πρῶτον: οὐ μόνον οὖν ὡς βασιλέως δέονται ἀλλὰ καὶ σοφοῦ· κατὰ βραχὺ δὲ παρεμβάλλει ἡμῖν ὁ ποιητὴς τὰ τῆς ἱστορίας τοῦ Οἰδίποδος.

συμφοραῖς βίου ταῖς βιωτικαῖς συντυχίαις.

34 ἔν τε δαιμόνων συναλλαγαῖς: καὶ ἐν ταῖς πρὸς τὸ θεῖον κοινωνίαις καὶ φιλίαις τὸ στοχάζεσθαι τῆς τῶν θεῶν διανοίας· ἐκ τούτου δὲ παθητικωτέραν τὴν τραγῳδίαν ποιεῖ ὅταν ὁ τοιοῦτος εἶναι νομιζόμενος φανῇ καινοῖς μύσεσιν ἔνοχος.

35 ὅς τε μολὼν ἄστυ Καδμεῖον, ἴνα καὶ ἡ ἀπὸ ξένης ἄφιξις αὐτοῦ δηλωθῇ· σκληρᾶς δὲ ἀοιδοῦ ὅτι τὸ ἀοιδοῦ εὔφημόν ἐστιν προσέθηκε σκληρᾶς ὅ ἐστι δυσκόλου διὰ τὸ αἴνιγμα ἢ φονικῆς.

38 οὐδʼ ἐκδιδαχθείς: οἷον οὐ προακούσας παρʼ ἡμῶν τὸν τρόπον τῶν αἰνιγμάτων ὅπερ συνελάμβανέν πώς σοι πρὸς τὴν λύσιν· ὡς πρὸς θεοφιλῆ οὖν καὶ εὐτυχῆ ἀπαντῶσιν· περιττεύει δὲ ἡ ἐξ ἢ ἡ ὑπό.

[*](7 Π. χ 31. — 8 ἐπιβάλλων Suid. v. σκήψας. — 10 τὰ om G. — 16 τὸ om. Suid. v. συναλλαγαῖς; τῷ Wolffius — 19 φανεῖ L, corr. G. — 20 ὅς τε] ὥστε L, corr. G ; ὅς γʼ in textu. — 23 φοινικῆς, ι deleto L, φονικῆς Suid. v. σκληρᾶς ἀοιδοῦ.)
165

προσθήκῃ συμβουλῇ, ἐπικουρίᾳ.

40 κράτιστον πᾶσιν ἢ ὑπὸ πάντων κράτιστος εἶναι ὑπολαμβανόμενος ἢ πᾶσι τοῖς προειρημένοις, τύχῃ, συνέσει, θεοφιλίᾳ.

41 πρόστροποι. προσπεπτωκότες, προστετραμμένοι· ἴσως δὲ τοῦτο εἰπὼν ὁ ὑποκριτὴς προσπίπτει εἰς τοὺς πόδας τοῦ ἄρχοντος.

προσπεπτωκότες.

44 ὡς τοῖσιν ἐμπείροισιν: ἐν τοῖς συνετοῖς τὰς συντυχίας καὶ τὰς ἀποβάσεις τῶν βουλευμάτων ὁρῶ ζώσας καὶ οὐκ ἀπολλυμένας, οὐ σφάλλεται ἀλλὰ τὸ ἀποβησόμενον στοχάζεται καλῶς.

45 ζώσας ἀντὶ ἐνεργεστέρας.

[*](Fol. 34 a)

46 ἵδ᾿, ὦ βροτῶν ἄριστε: διεξελθὼν τὰ τῆς πόλεως κακὰ καὶ ὅτι ἱκανός ἐστιν ἐπινοῆσαι ἀπαλλαγὴν ἐπάγει ὅτι καὶ χρήσιμον σῷσαι τὴν πόλιν, μᾶλλον δὲ κινδυνῶδες τὸ ἀμελῆσαι· ἴθι οὖν καὶ εὐλαβήθητι μὴ τὴν προῦπάρχουσαν δόξαν ἐπὶ τῇ εὐποιίᾳ ἀπολέσῃς· πάνυ δὲ αἰδημόνως οὐκ εἶπεν ὅτι οὐκέτι τιμήσει σε ἡ πόλις ἀλλὰ σὺν τῇ εὐχῇ τὸ ὅλον κατέθηκεν· εἰώθαμεν δὲ καὶ τῶν ἀτυχημάτων καὶ τῶν εὐημεριῶν μνημονεύειν καθὼς οἱ ἄρχοντες ἀποβῶσιν· ἔασον οὖν, φησίν, ἀκέραιον τὴν προγεγενημένην σοι δόξαν ἵνα αὐτὸ τοῦτο λέγωμεν, ὅτι ἐπὶ Οἰδίποδος τῆς Σφιγγὸς ἀπαλλαγέντες ἐν εὐδίᾳ γεγόναμεν.

48 προθυμίας λείπει τὸ ἕνεκεν.

51 ἀλλʼ ἀσφαλείᾳ γνώμῃ ἀσφαλεῖ καὶ ἐχυρᾷ εὐβουλίᾳ τὸ ἐμπεσὸν κακὸν τῇ πόλει ἀνόρθωσον.

[*](1 συμβολῇ Stephanus. — 11 et 12 σφάλλονται et στοχάζονται Suid. v. ζώσας. — 22 οἱ addidi.)
166

53 ἴσος ὅμοιος.

54 ὡς εἴπερ ἄρξεις τῆσδε: τὸ πᾶν τοῦ κινδύνου, φησίν, εἰς σὲ φθάνει· τίνος γὰρ ἄρξεις ἢ ποίαν ἕξεις πολτείαν ἀπολωλότων τῶν οἰκούντων;

56 ὡς οὐδέν ἐστιν: καὶ Ἀλκαῖός φησιν ἄνδρες γὰρ πόλεως πύργος ἀρήιοι καὶ Δημοσθένης, ἄνδρες γὰρ πόλις καὶ οὐ τείχη· ὅμοιον δὲ τὸ τῶν νεῶν ταῖς πόλεσιν ὅθεν καὶ τὸ τροπικῶς τοῖς ὀνόμασιν ἀπὸ τῶν εἰωθότων χρῆσθαι ἐπὶ τῶν πόλεων οἴακας νῦν ἀντὶ τοὺς ἄρχοντας λέγοντας καὶ ὀρθῶς πλεῖν τὴν πόλιν φάσκοντας.

58 παῖδες οἰκτροί: οὐκ εἰς τὴν ἡλικίαν τοσοῦτον τὸ παῖδες ὅσον ἁρμόζον ἐστὶ τῷ φιλοφρονουμένῳ ἤθει οἷον καὶ τὸ τέκνα ἐν ἀρχῇ· πρὸς τοὺς παῖδας δὲ διαλέγεται ὡς οἰκτροτέρους καὶ μᾶλλον βοηθείας δεομένους, ἅμα δὲ καὶ διὰ τὸ πλῆθος ὡς ἐπικρατέστερον.

65 ἀντὶ οὐκ ἀμέριμνόν με ὄντα παρακαλεῖτε φροντίζειν ἀλλὰ πρὸ πολλοῦ πεφροντικότα.

67 πολλὰς δʼ ὁδοὺς ἐλθόντα: πολλὰς γνῶώμης ἐπιβολὰς ἐν τῇ σκέψει πλανώμενος ἦλθον ἕως οὔ ἀρίστην εὖρον τὴν ἐπὶ τὸν θεὸν καταφυγήν· ἀρσενικῷ δὲ ἐχρήσατο πλάνοις ἀντὶ θηλυκοῦ.

[*](1 ὁμοίως L, corr. Br. — 6 Bergk. fragm. 23. πύργοι L, ἄνδρες γὰρ πόλεως πύργος ἀρεὐιος schol. Aesch. Pers. v. 352 πόλιος et ἀρεὐιοι Dind. — 7 Δημοσθένης] Thucyd. 7, 77. πόλεις L, corr. G. — 8 ὅμοιον κ. ἑ.] cf. schol. Arist. V esp. v. 29: οἱ ποιηταὶ τὰς πόλεις πλοίοις παραβάλλουσι καὶ Σοφοκλῆς. τὸ addidi. — 10 et 11 λέγοντες et φάσκοντες L, correxi. — 11 ὀρθῶς πλεῖν] Antig. v. 190; οἴακα νωμῶν est Aesch. Sept. v. 3. — 13 ὅσον] ὡς ἂν L, corr. Neuius. — 14 τέκνα] v. 1. 22 ἀρσενικῶς L, corr. Elmsl.)
167

ἀντὶ τοῦ πλάναις θηλυκῶς.

70 Κρέοντ᾿, ἐμαυτοῦ: οὐ τὸν τυχόντα ἔπεμψα ἁλλὰ τὸν ἀναγκαῖον· γαμβρὸν δὲ ἁπλοϊκῶς ἀντὶ τοῦ κηδεστήν.

78 οἵδε τʼ ἀρτίως Κρέοντα προσστείχοντα: οἱ ἠίθεοι πρὸς τὸ οὖς αὐτοῦ φασιν ὅτι πάρεστι Κρέων ὡς ὀξυωπέστεροι, διʼ αἰδῶ δὲ τοὺς λόγους παρῃτήσαντο· ὁ δὲ ἱερεὺς ἄμα μὲν ὡς πρεσβύτης οὐχ ὁρᾷ ἄμα δὲ κατὰ νοῦν ἔχων τὸν λόγον τοῦ βασιλέως.