Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

253 τοῦ θεοῦ τοῦ Ἀπόλλωνος.

255 οὐδʼ εἰ γὰρ ἦν τὸ πρᾶγμα: καὶ γὰρ εἰ μὴ ἦν ὅλως τὸ ἄγος ὑπὸ θεῶν ἐλαυνόμενον καὶ οἱονεὶ πολυπραγμονούμενον ὑμᾶς ἔδει κινουμένους οἴκοθεν καὶ μὴ ἀναμείναντας τὴν ἐκ θεῶν πρᾶξιν ἀναζητεῖν.

μὴ θεήλατον οἷον χωρὶς τῆς βοηθείας.

261 κοινά: ἀδελφὰ τοῖς ἐξ ἡμῶν οἷον καὶ ἡμῖν ἂν ἐγένετο εἰ ἦν τέκνα τῷ Λαΐῳ γενόμενα.

262 δυστύχησεν ὥστε μὴ παιδοποιήσασθαι.

264 αἱ τοιαῦται ἔννοιαι οὐκ ἔχονται μὲν τοῦ σεμνοῦ κινητικαὶ δέ εἰσι τοῦ θεάτρου· αἷς καὶ πλεονάζει Εὐριπίδης, ὁ δὲ Σοφοκλῆς πρὸς βραχὺ μόνον αὐτῶν ἅπτεται πρὸς τὸ κινῆσαι τὸ θέατρον.

269 τοῖς μὴ δρῶσιν τοῖς μὴ δεικνύουσί μοι τὸν φονέα.

270 ἄροτον: τουτέστι καρπόν.

276 οὕτως ἐρῶ καὶ αὐτὸς ἐπομνύμενος καὶ κατὰ τὰς αὐτὰς ἀρὰς ἐπαρώμενος μήτε δρᾶσαι τὸν φόνον μήτε τοὺς δράσαντας ἐπίστασθαι.

278 τὸ δὲ ζήτημα τοῦ πέμψαντος ἦν: ἀπορῶν ὁ χορὸς ἐπὶ τὸ θεῖον πάλιν ἀνατρέχει.

[*](Fol. 36b)

280 δίκαιʼ ἔλεξας: τοῦτό φησιν ἵνα μὴ πάλιν πέμψωσιν εἰς θεοῦ καὶ γένηται διατριβὴ ἐν τῷ δράματι ὅπερ ὑπόψυχρον.

284 ἄνακτʼ ἄνακτι: ἀποκλειομένου τοῦ πέμψειν εἰς θεὸν καταφεύγουσιν εἰς τὴν ὁμοίαν μαντικήν, τῷ [*](2 διὸ] δὶς L, corr. Br. — 14 μόνον] μὲν L, correxi. — 18 lemma ἀνιέναι, quod est in L, mutavi. — 19 κατὰ delevi coll. schol. v 1287.)

179
αὐτῷ δὲ ὀνόματι προσαγορεύει τὸν Τειρεσίαν ᾧ καὶ τὸν θεὸν καὶ τὰ αὐτὰ ὁρᾶν ἐκείνῳ φησίν.

287 ἀλλʼ οὐκ ἐν ἀργοῖς: κἀνταῦθα τὸ κηδεμονικὸν τοῦ ἤθους διετήρησεν· τὸ μὲν οὖν διπλοῦς πομποὺς τῆς σπουδῆς ἐστι τεκμήριον τὸ δὲ Κρέοντος εἰπόντος πιθανὸν εἰς τὰ ἑξῆς ἵνα ἡ ὑπόνοια αὐτοῦ πίστιν ἔχοι, τὸ πεπεισμένον ὑπὸ τοῦ Κρέοντος τὸν Τειρεσίαν μαντεύεσθαι κατὰ τοῦ Οἰδίποδος τὰ ψευδῆ.

290 κωφὰ ψυχρὰ καὶ οὐδὲν σαφὲς ἔχοντα, τὰ ψιθυριζόμενα.

296 ὁ μὴ τὸ ἔργον δεδοικὼς οὐδὲ τὸν λόγον.

297 καὶ ταῦτα εἰς σύστασιν τῶν προσώπων ἵνα μηδὲν ὕστερον δυνηθείη ἀρνήσασθαι.

300 ὦ πάντα νωμῶν: ἀντὶ τοῦ κρίνων ἕκαστα καὶ ἐξετάζων· ἐπαινεῖ δὲ τὸν μάντιν πάντων αὐτῷ περιτιθεὶς ἐμπειρίαν θείων τε καὶ ἀνθρωπίνων τοὺς ἐκείνου λόγους οὐκ ἀναμένων ὅπερ δηλωτικόν ἐστι τῆς σπουδῆς.

301 χθονοστιβῆ τὰ ἐν τῇ γῇ, τὰ ἐπίγεια.

312 ὅρα τὸ τοῦ κηδεμόνος ὅτι τελευταῖον ἑαυτὸν ἔταξεν ὅπως ἀφέλοιτο τὸ φορτικὸν τῆς ἐξουσίας.

314 ἄνδρα δʼ ὠφελεῖν ἀφʼ ὧν: παιδευτικὸς ὁ λόγος, ἔδει ἅπαντας ἀφʼ ὧν δύναιντο ὠφελεῖν τοὺς πέλας.

316 ἐς δεινόν, φησί, τὸ φρονεῖν ὅταν τὸ φρονούμενον τῷ φρονοῦντι μὴ λυσιτελῇ· σχετλιάζει δὲ μὴ βουλόμενος εἰς φῶς ἄγειν τὰ τοῦ Οἰδίποδος· διαλελυμένως δὲ εἶπεν τέλη λύῃ ἀντὶ λυσιτελεῖν.

[*](3 ἐναργῶς (ut in textu pr.) L. — 6 εἰς τὰ ἑξῆς] v. 378. 385 sqq. 555. ἔχῃ G — 13 μηδὲν] μηδὲ L, μὴ G, correxi. — 22 et suo loco et alieno (sine lemmate) habet L. — 27 λυσιτελεῖ G, λυσιτελῇ Lasc.)
180