Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

198 τέλει γὰρ εἴ τι νὺξ ἀφῇ: ἀντὶ τοῦ εἴ τι ἡ νὺξ ἀγαθὸν καταλείπει τοῦτο ἐν ἡμέρᾳ ἀναιρεῖται, βούλεται δὲ λέγειν ὅτι τὰ κακὰ ἀδιάλειπτον ἔχει. εἰ γάρ τι ἡ νὺξ ἀφῇ ἐπὶ τῷ ἑαυτῆς τέλει ἀβλαβὲς μὴ φθάσασα αὐτὸ ἀπολέσαι τοῦτο μεθ᾿ ἡμέραν ἀνήρπασται.

[*](4 ἢ add Br. — 8 Π. ζ 347 — 9 ἄπορον L, corr. G. πόλεως ⋆ νωτίσαι L; erasum fuit Ν (ex Α factum). — 14 ἤγουν] pro ἤτοι dictum. — 15 συμπληγάδες] Od. μ 59. — 16 αλμυδησσὸν L, σαλμιδισσὸν G, corr. Dind. — 22 καταλείπεται L, corr. Dind. — 23 ἀδιάλειπτα Herm.)
176

200 τόν: ἀντὶ τοῦ ὅν· τὸν μαραντικὸν Ἄρεα κεραύνωσον, ὦ Ζεῦ.

203 Λύκει᾿ ἄναξ: βουλοίμην δὲ καὶ τὰ σὰ βέλη, ὦ Ἄπολλον, τὰ ἀδάμαστα καταμερίζεσθαι εἰς αὐτὸν καὶ τὰς λαμπάδας Ἀρτέμιδος.

205 ἐνδατεῖσθαι ἐν μερισμῷ δίδοσθαι καὶ διατρίβειν· μετῆκται δὲ ἀπὸ τῶν διανεμομένων.

209 τὸν χρυσομίτραν: τὸν Θηβαῖον Διόνυσον, τὸν ταῖς Βάκχαις συνοικοῦντα.

212 μονόστολον γράφε ὁμόστολον.

215 ἐπὶ τὸν ἀπότιμον: ἀπότιμον θεὸν λέγει τὸν λοιμὸν τὸν μὴ μετέχοντα τῆς τιμῆς τῶν θεῶν· θεῶν γάρ ἐστι τὸ εὐεργετεῖν τοὺς ἀνθρώπους, ὁ δὲ φθείρει καὶ ἀπόλλυσιν.

216 αἰτεῖς, ὧν δὲ αἰτεῖς ἀλκὴν λάβοις κἀνακούφισιν τῶν κακῶν ἐὰν θέλῃς τὰ ἐμὰ ἔπη δέχεσθαι ἃ δὴ ἔπη ἐξερῶ ξένος ὢν καὶ τοῦ πράγματος καὶ τοῦ λόγου οἷον οὐκ ἀκηκοὼς πρότερον περὶ τοῦ φόνου τοῦ Λαΐου οὐδὲ μὴν καθʼ ὃν χρόνον ἐπράχθη ὁ φόνος παρών. ἃ δʼ αἰτεῖς ὧν δʼ αἰτεῖς.

217 ὑπηρετεῖν ἐπαρκεῖν καὶ συμπράττειν.

219 τοῦ λόγου τοῦ λεχθέντος ὑπὸ Ἀπόλλωνος.

220 τοῦ πραχθέντος τοῦ φόνου.

οὐ γὰρ ἂν μακρὰν ἴχνευον: οὐ γὰρ ἄν, φησί, τοσούτου ὄντος τοῦ χρόνου τοῦ μεταξὺ ἀνεζήτουν τὸ πρᾶγμα εἰ μὴ ᾔδειν καταληψόμενος· ἐλπίδα δὲ αὐτοῖς ὑποβάλλει ὅτι δύναται ἀνευρεῖν τὸν φονέα ἵνα προθυμότερον συλλάβωνται αὐτῷ.

221 σύμβολον: τῆς γνώσεως.

[*](13 ὁ δὲ — ἀπόλλυσιν] add. Suid. v. ἀπότιμος.)
177

222 νῦν δ᾿, ὕστερος γάρ: μεταφέρει ἀπὸ τῶν ἐν ταῖς πόλεσι ξένων τελούντων τὰ μετοίκια ἀντὶ πεπολιτογράφημαι καὶ ἄρτι ἀστὸς ἐνομίσθην ξένος ὢν καὶ ἐβασίλευσα. ἄλλως: νῦν δὲ εἰς ἀστοὺς τελῶ· δοκῶν γὰρ εἶναι ξένος τῆς βασιλείας τετύχηκα· ἐπεὶ οὖν, φησί, συντελῶ εἰς τὴν πολιτείαν καὶ μέλει μοι τῶν κοινῶν ταῦτα ὑμῖν προφωνῶ· μετῆκται δὲ ἀπὸ τῶν συντελούντων ἐν ταῖς πόλεσι καὶ τὴν ἰδίαν δύναμιν εἰς τὸ κοινὸν φερόντων.

226 πάντα τὰ πραχθέντα.

227 κεἰ μὲν φοβεῖται: καὶ εἰ μὲν αὐτὸς εἴη ὁ πράξας καὶ φοβεῖται λέγειν αὐτὸς καθʼ αὑτοῦ τὸν φόβον ὑπεξελὼν λεγέτω· οὐδὲν γὰρ δεινὸν πείσεται εἰ μὴ ὅτι τῆσδε τῆς γῆς ἀπαλλάξεται· εἰ δὲ ξένον τις οἶδεν τὸν φονέα μηνυσάτω καὶ εὐθὺς μὲν παρέξω κέρδος καὶ εἰς ἀεὶ χάριν ἕξω· πανταχόθεν οὖν προτρέπεται τοὺς μηνύοντας.

236 τὸν ἄνδῤ ἀπαυδῶ: πολὺν ἔλεον ἐργάζεται ὁ [*](Fol. 36a) λόγος ὅτι κατηγορεῖ ἑαυτοῦ ἀγνοῶν· πρότερον δὲ τὰ φιλάνθρωπα εἰρηκὼς τελευταῖα ἐπήνεγκε τὰ σκληρότερα· ἃ ᾿κ τῶνδε δὲ οἷον ἀπʼ αὐτῶν ἀναγκασθεὶς τῶν πραγμάτων.

244 δαίμονι τῷ ταῦτα μαντευσαμένῳ Ἀπόλλωνι.

246 κατεύχομαι δὲ τὸν δεδρακότ᾿ καταρῶμαι δὲ τὸν φονέα.

248 ἄμοιρον ἤτοι κακόμοιρον ἢ μηδενὸς τῶν νενομισμένων μετειληφότα ἀλλʼ ἄταφον ἐκβληθῆναι.

[*](2 τὰ μετοίκια] τῆ μετοικία L, correxi coll. Plat. Leg. 8, 850b μετοίκια τελεῖν. — 3 ἀστὸς] αὐτὸς L, corr. Lasc — 11 ὁ add. Elmsl.)
178

251 ἀγνοῶν ἐπαρᾶται ἑαυτῷ εἰ σύνοιδε τὸν φονέα διὸ καὶ περιπαθέστερος γίνεται ὁ λόγος.