Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

161 Εὔκλεια Ἄρτεμις οὕτω παρὰ Βοιωτοῖς τιμᾶται.

162 καὶ Φοῖβον ἑκαβόλον: τάχα μὲν διὰ τὸ ἐπὶ λοιμῷ τὴν εὐχὴν γενέσθαι ὧν αἴτιος εἶναι δοκεῖ τάχα δὲ διὰ τὴν μαντείαν.

[*](5 lemma in L δείματι πάλλων mutavit Elmsl. — 7 ἀπὸ] ὑπό? — 14 ἐν add. Suid. v. φήμη. γινόμενοι Suid. — 15 ἢ add. G. τε om. G. — 24 cf. Pausan. 9, 17. Plutarch. Aristid. 20.)
173

164 εἴ ποτε καὶ προτέρας: τὸ ἠνύσατε ἀντὶ τοῦ ἐφθείρατε. καὶ Ὅμηρος

  • ἧ θήν σ᾿ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας·
  • ἐκτοπίαν δὲ ἀντὶ τοῦ ξένην καὶ ἀλλόκοτον· ἢ ἠνύσατε αὐτὴν ἐκτοπίαν γενέσθαι ὅ ἐστιν ἐκτὸς καὶ ἀπὸ τῶν τόπων τῆς πόλεως.

    ἄτας τῆς ἀπὸ τῆς Σφιγγός.

    166 ἠνύσατ’ ἐφθείρατε.

    ἐκτοπίαν ξένην.

    φλόγα πήματος περιφραστικῶς τὴν πημονὴν τὴν διάπυρον.

    169 πρόπας στόλος ἡ πᾶσα δύναμις.

    170 οὐδʼ ἔνι φροντίδος ἔγχος. ἀλληγορικῶς ἡ βοήθεια παρὰ τὸ ἔχεσθαι οἷον οὐκ ἔνεστι τῷ νῷ τῆς φροντίδος ἔγχος, τοῦτο δὲ οἷον τὸ διὰ τῆς βουλῆς καὶ προμηθείας γινόμενον ἀλέξημα καὶ ἀμυντήριον.

    172 ἔκγονα κλυτᾶς χθονός: ἢ τὰ δένδρα ἢ τοὺς παῖδάς φησιν.

    173 αἵ τε γυναῖκες τῶν καμάτων ἐν τοῖς τόκοις οὐκ ἀνέχουσιν τουτέστιν οὐ περιγίνονται τῶν πόνων· τὸ δὲ ἀνέχουσιν ἤτοι ἐλευθεροῦνται καὶ ἄνω ἑαυτὰς ἔχουσιν ἐκ μεταφορᾶς τῶν ἄνω νευόντων μόγις ἐν τῷ νήχεσθαι· ἰηίων δὲ ἤτοι τῶν μετʼ εὐχῆς γινομένων ἢ τῶν λοιμικῶν· ἰήιος γὰρ ὁ Ἀπόλλων εἰς ὃν ἡ ἁγνεία τῶν λοιμῶν ἀναφέρεται· ἢ ὅτι ἐπίφθεγμα κοινόν ἐστι καὶ Ἀρτέμιδος, αἱ δὲ γυναῖκες ἐν ταῖς ἀνάγκαις τὰς τοιαύτας ἀφιᾶσι φωνάς· οἱ δὲ ἀκούουσι τῶν θρηνητικῶν.

    [*](3 Π. λ 365 — 21 καὶ] ἢ Elmsl. — 22 ἔχουσιν] ἄγουσιν L, corr. G)
    174

    175 ἄλλον δʼ ἂν ἄλλῳ: ἄλλον ἐπʼ ἄλλῳ ἴδοις ἀποθνήσκοντα, ὡς ὄρνιθες ἐν τῇ πτήσει ἄλλος ἐπʼ ἄλλῳ πέτεται· τὸ δὲ κρεῖσσον ἀμαιμακέτου πυρὸς ἢ οἷον ὀξυτέρους πυρὸς εἰς τὸ σπεύδειν εἰς Ἅιδου ἢ οὕτω, κρεῖσσον πυρὸς ὡς μὴ καταλαμβάνειν τὸ πῦρ τὸ τῶν ἀποθνησκόντων πλῆθος καὶ καίειν· καὶ γὰρ ὑπερβολὴ καὶ ἐπίτασις τοῦ πάθους.

    178 ἑσπέρου θεοῦ: τοῦ Ἅιδου φησί.

    180 νηλέα δʼ ἁ γενέθλα: νηλέα τὰ μὴ τυχόντα ἐλέους, τὸ αὐτὸ δέ ἐστι τῷ ἀνοίκτως· οὐκ ἠλέουν δὲ ἀλλήλους ἴσως ὑπὸ τῆς συνηθείας τοῦ κακοῦ ἢ ὑπὸ φόβου καὶ προσδοκίας τῶν ὁμοίων.

    [*](Fol. 35 b)

    183 ἐκ τούτου δῆλον ὅτι καὶ τέλειοι ἀπέθνησκον.

    184 ἀκτὰν παραβώμιον; ἀντὶ τοῦ παραχώριον, ὅπου οἱ βωμοὶ τῶν ναῶν εἰσιν.

    186 ἱκτῆρες ἱκέτιδες.

    187 παιὼν δὲ λάμπει: ἀντὶ ἀκμάζει, λαμπρῶς τῇ φωνῇ λέγεται πρὸς ἀποτροπὴν τῶν κακῶν· ὅμαυλος δὲ ἀντὶ ὁμόθρους, ὁμόφωνος· τοῦτο δὲ ὅμοιόν ἐστι τῷ ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων.

    188 ὧν ὕπερ, χρυσέα θύγατερ: πρὸς τὴν φήμην πάλιν φησὶ τῆς μαντείας· ἐλπίζουσι γὰρ ἐπί τινι ἀγαθῷ τὸ μάντευμα ἀποβῆναι· χρυσέα δὲ ὅ ἐστι τιμία· φασὶ γὰρ οὕτω τιμᾶσθαι Χρυσῆν.

    190 Ἄρεά τε τὸν μαλερόν: ἀντὶ τὸν καταμαραίνοντα [*](10 τῷ] τὸ L, corr. Lasc. — 13 post εἰσιν in schol. v. 184 habet L; corr. Br. — 17 παιὼν etiam in textu pr. L. — 18 ὅμαυλος — στεναγμάτων sequenti scholio addita in L huc retraxit Br. — 19 τῷ add. G. — 20] v. 5. — 24 Χρυσῆν] cf. schol. Phil. v. 194.)

    175
    (τάττει δὲ τοῦτο ἐπὶ τοῦ λοιμοῦ), τὸν δίκην ἀναιροῦντα πολέμου· ἀπὸ κοινοῦ δὲ τὸ πέμψον.

    ὃς νῦν ἄχαλκος ἀσπίδων: οὐ χρώμενος ὅπλοις φλέγει ἡμᾶς· περιβόητος δὲ περὶ ὃν ἕκαστος βοᾷ ἢ μετὰ βοῆς καὶ οἰμωγῆς ἐπιών· ὡς ἐπὶ πολέμου πάλιν,

    193 πάτρας | ἔπουρον: ἤτοι ἐπʼ οὖρον ὅ ἐστιν εἰς ἄνεμον· Ὅμηρος

  • εἰς ὅρος ἢ εἰς κῦμα·
  • ἢ ἄπουρον ἀπὸ τῶν ὅρων τῆς πόλεως· νωτίσαι δὲ ἀπελάσαι ἀπὸ μεταφορᾶς τῶν τὰ νῶτα διδόντων ἐν ταῖς φυγαῖς· ἢ οὕτω, πέμψον ἀλκὴν ὥστε παλινόρμητον αὐτὸν γενέσθαι τὰ νῶτα δόντα τῇ πόλει.

    194 θάλαμον Ἀμφιτρίτας ἢ κατὰ τοῦ βυθοῦ (τοῦτο γάρ ἐστι θάλαμος Ἀμφιτρίτης) ἤγουν ἔνθα αἱ συμπληγάδες πέτραι εἰσίν.

    196 εἴτʼ ἐς τὸν ἀπόξενον: ἴσως τὸν Σαλμυδησσόν φησι περὶ ὗν ἱστορεῖται πολλὰ ναυάγια γίνεσθαι ὥστε μὴ μόνον ἐξ ἀπάσης γῆς ἐξεληλάθαι ἀλλὰ μηδὲ ἐν κοινῇ θαλάττῃ εἶναι.

    δυσχείμερον.