Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1472 τοῖν μοι φίλοιν ἀντὶ τῶν ἐμῶν θυγατέρων· δέον δὲ εἰπεῖν δακρυρροούσαιν ἀρσενικῶς ἐξήνεγκεν· ἔστι δὲ Ἀττικώτερον ὡς τὸ μὰ τὼ θεὼ καὶ τὼ χεῖρε.

1482 αἵτινες χεῖρες τὰ πρόσθεν λαμπρὰ ὄμματα τοῦ ὑμετέρου πατρὸς ὧδʼ ὁρᾶν προὐξένησαν.

1486 προὐξένησαν περιεποίησαν.

1488 πῶς ὑμῖν βιῶναι ἐκ τῶν ἀνθρώπων ἀνάγκη· ἢ ἡ πρὸς ἀντὶ τῆς μετὰ ἀντὶ τοῦ μετὰ ἀνδρῶν.

1493 παραρρίψει συζεύξει.

[*](Fol. 49a)

1498 κἀκ τῶν ἴσων ἐκ τῆς ἀρούρης τῆς αὐτῆς.

1500 ὀνειδιεῖσθε ὑβρισθήσεσθε.

1508 τηλικάσδʼ ἀντὶ τοῦ μικράς.

1513 οὗ καιρὸς καθʼ Ἅιδου.

1521 ἀφοῦ ἀφίστασο· τῇ προσῳδίᾳ δὲ ὡς ἀφαιροῦ.

1523 ὅσα νενίκηκας οὐ συνήνεγκέ σοι· καὶ αὐτάρκως [*](4 ἥδιον L. — 8 ἀπόλυμαι L. — 9 et 10 inverso ordine in L, corr. Elmsl. — 22 ἀρούρας L, corr. Elmsl. — 26 τῇ προσῳδίᾳ δὲ ὡς ἀφαιροῦ] nam in textu ἀφʼ οὗ pr. L.)

212
ἔχει τὸ δρᾶμα· τὰ γὰρ ἐξῆς ἀνοίκεια γνωμολογοῦντος Οἰδίποδος.

1525 ᾔδει ἔγνω.

κράτιστος μέγιστος.

1529 μηδένʼ ὀλβίζειν πρὶν ἂν γράφε πάντα προσδοκᾶν ἕως ἄν.

Σοφοκλέους. Οἰδίπους. τύραννος.

[*](1 ἀνοίκια L, corr. Lasc. — 3 et 4 variae lectiones ex Eurip. Phoeniss. v. 1759.)