Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

126 καὶ τότε, φησί, ταῦτα ὑπενοεῖτο, ὅτι ἐπιβεβούλευται.

130 ἡ ποικιλῳδός: ἠνάγκαζεν ἡμᾶς ἡ Σφὶγξ μεθέντας τὰ ἀφανῆ, τὰ κατὰ τὸν φόνον τοῦ βασιλέως (τοῦτο γὰρ ἀφανές, τὸ παρὰ ποσὶ κακὸν σκοπεῖν· οὕτως, ἡ Σφὶγξ ἠνάγκαζεν ἡμᾶς μεθέντας τὸ σκοπεῖν τὰ κατὰ τὸν φόνον τὰ πρὸς ποσὶν ἀφανῆ ζητεῖν τουτέστι τὰ ἀφανῆ αἰνίγματα ζητεῖν τὰ παρακείμενα ἡμῖν.

132 ἀλλʼ ἐξ ὑπαρχῆς αὖθις: οἷον ἀναδραμοῦμαι ἐπὶ τὴν ἀρχὴν τοῦ πράγματος καὶ εἰς φῶς ἄξω· ἴσως δὲ λεληθότως καὶ τὸ ἕτερον ἔγκειται ἐν τῷ ἐγὼ φανῶ ὅπερ οὔ φησι μὲν ὁ Οἰδίπους μανθάνει δὲ ὁ ἀκροατής, ἐπεὶ τὸ πᾶν ἐν αὐτῷ φανήσεται.

134 τήνδʼ ἔθεσθ ἐπιστροφὴν γράφε τήνδε θεσπίζει γραφήν.

136 τιμωροῦντα προσχωροῦντα.

προσβοηθοῦντα.

137 ὑπὲρ γὰρ οὐχὶ τῶν ἀπωτέρω φίλων: οὐ μόνον ὑπὲρ τοῦ ἀνῃρημένου βασιλέως ἄξιον ποιήσασθαι τὴν ἀναζήτησιν ἀλλὰ καὶ ὑπὲρ αὐτοῦ ἐμοῦ· ὁ γὰρ ἐκείνῳ ἐπιχειρήσας ἴσως κἀμοὶ ἐπιβουλεύσει· πεπλαγίασται δὲ πάλιν ὁ λόγος καὶ τὴν ἀλήθειαν αἰνίττεται τῷ θεάτρῳ ὅτι αὐτὸς δράσας τὸν φόνον ὁ Οἰδίπους καὶ ἑαυτὸν τιμωρήσεται.

[*](12 ζητεῖν usque ad finem leguntur in post αὖθις in scholio v. 132; correxi. — 13 αὖτις L, corr. G. — 16 μὲν] με L, corr. Lasc.)
171

14l καὶ τοῦτο κινητικὸν τοῦ θεάτρου· τὰ γὰρ ἐναντία προβήσεται.

143 ἵστασθε ἀνίστασθε.

[*](Fol. 35a)

κτῆρας τοὺς ἱκετευτικούς.

144 πιθανὴ ἡ εἴσοδος τοῦ χοροῦ· σκέπτεσθαι γάρ φησι δεῖν μετὰ τοῦ δήμου περὶ τῶν πρακτέων.

147 παῖδες, ἱστώμεθα: ἔξεισιν ὁ ἱερεὺς πράξας δι᾿ ὅπερ ἦλθεν, ἅμα δὲ καὶ ὑπὲρ τοῦ χώραν εἶναι ἑτέρῳ ὑποκριτῇ.

ἀνιστώμεθα.

148 ἐξαγγέλλεται ἐξαγγέλλει, ἡ δὲ χρῆσις Ἀττική.

151 Διὸς ἁδυεπὲς φάτι: κατὰ τὴν πρόσταξιν τοῦ βασιλέως πάρεισι πρεσβῦταί τινες ἐξ ὧν ὁ χορὸς συμπληροῦται· Διὸς δὲ ἡδυεπῆ φάτιν τὴν μαντείαν φησίν· ὁ γὰρ Ἀπόλλων ὑποφήτης δοκεῖ εἶναι τοῦ πατρὸς καὶ παρʼ ἐκείνου λαμβάνειν τὰς μαντείας καὶ τοῖς ἀνθρώποις ἐκφέρειν· καὶ Ὅμηρὸς

  • Διὸς ἄγγελος ὅσσα δεδήει·
  • λείπει δὲ ἡ ἀπὸ ἵνʼ ᾖ ἀπὸ τῆς Πυθῶνος.

    τίς ποτε τᾶς πολυχρύσου: ἥτις ποτέ ἐστιν· ὅτι μὲν γὰρ πάρεστι λόγιον ἀπὸ τῆς Πυθῶνος ἀκηκόασιν τὸ δὲ ῥητὸν αὐτὸ ζητοῦσιν.

    λείπει ἡ ἀπό.

    153 ἐκτέταμαι φοβερὰν φρένα: ἐκπέπληγμαι, φοβερὰν δὲ τὴν περίφοβον· καὶ Ἀλκαῖος

    ἐλάφω δὲ βρόμος ἐν στήθεσσι φύει φοβερὸς ἀντὶ τοῦ περίφοβος.

    [*](2 ἀποβήσεται Lasc. — 18 Π. β 93. — 19 τῆς] τοῦ L, corr. Lasc. — 20 ἥτις] εἴ τις L, corr. G. — 21 μὲν] compendiose serius additum. — 26 fragm. 97. δὲ τρόμος Elmsl., τέτρομος vel δὲ μόρμος Bergkius. φυίει Seidlerus.)
    172

    δείματι πάλλων ἀντὶ τοῦ παλλόμενος φόβῳ, ἀγωνιῶν.

    πάλλων γράφε πολλῷ.

    154 ἰήιε Δάλιε Παιὰν ἐν τῷ μεταξὺ τοῦτο.

    155 ἀμφὶ σοὶ ἀζόμενος τοῦτο τοῖς πρὸ αὐτοῦ συναπτέον, ἀγωνιῶν τὴν φρένα ἐπὶ τοῖς ἀπὸ σοῦ χρησμοῖς. σεβόμενος τὰ ἀπὸ σοῦ εἰρημένα.

    ἢ νέον ἢ νεωστί.

    156 ἢ περιτελλομέναις ὥραις: εἰς τὸν ἑξῆς χρόνον προιούσης τῆς ὥρας· ὁ δὲ νοῦς, τί μοι ἢ νῦν ἢ μετὰ χρόνον ἀνύσεις;

    157 ἐξανύσεις ἐκπράξεις.

    158 Ἐλπίδος, ἄμβροτε Φάμα: καλῶς παρʼ ὅσον ἐν ἐλπίδι τινὶ γενόμενοι οἱ ἄνθρωποι οὕτω φημίζουσι πρὸς τὸ λόγιον ἢ παρʼ ὅσον ὑπὸ ἐλπίδος τε καὶ χρησμοὺς αἰτοῦσιν ἀπὸ θεῶν.

    159 πρῶτα σὲ γράφε πρώταν γε.

    θύγατερ Διὸς μεταβαίνει λοιπὸν εἰς τὸ ἐπικαλεῖσθαί τινας τῶν θεῶν.

    160 γαιάοχόν τʼ ἀδελφεάν: ἐπειδὴ ἡ αὐτή ἐστι τῇ Ἑκάτῃ, ἡ δὲ θεὸς αὕτη ἐν ταῖς ἀγοραῖς εἱλεῖται· γαιάοχον δὲ ἀντὶ τὴν πολιοῦχον ὥστε τὴν γῆν ἀντὶ τῆς πόλεως εἴληφεν.